Ancient Greek · ~4 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 7-14
Not analysed yet
Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβεβληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπιτωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατειρωνεύετεαι καί φησιν Εί λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιεργότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν; ἀλλ’ ἦν ἀνάγκη τοῦτο παθεῖν καὶ οὐχ ἑκοῦσιν αὐτοῖς, ὅτι τοῖς μὲν κλέπτουσιν ἀεὶ τὸ δεῖμα παρεγγυᾷ τὴν φυγὴν, καὶ τὸ οἴχεσθαι λαθόντας, καὶ εἴ τι τῶν ἑτοίμων ἁρπάσειαν, ἀποχρῶν εἶναι δοκεῖ πρὸς θυμηδίαν αὐτοῖς· τοῖς γεμὴν τρυγῶσιν ἐμποδὼν ἀεὶ πρὸς ἔρευναν ἡ φυλλὰς παραιρουμένη καὶ ὑποκλέπτουσα τὸ λαθεῖν δυνάμενον, ἀλλὰ σοί φησιν, ὦ Ἡσαῦ, τουτέστιν, ὦ ἐξ αἵματος τοῦ Ἡσαῦ Ἰδουμαῖε, τὰ χείρω παθεῖν συμβέβηκε· κατελήφθησαν γὰρ τὰ κακρυμμένα, καὶ διέλαθε μὲν οὐδεὶς, ἀνόνητος δὲ καὶ ἡ φυγὴ, καὶ αὐτὴ τῶν τόπων ἡ δυσχωρία.