Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 7-8
Not analysed yet
Kέκρυπταί πὼς ἀεὶ τῶν ἁγίων Προφητῶν ὁ λόγος, καὶ τὰ σφόδρα σκυθρωπὰ τῶν διηγημάτων ὀκνηρῶς ἐκφέροντες διάτοι τὰς τῶν ἀκροωμένων ἀτιθάσους ὀργὰς ταῖς ἐνδεχομέναις ἀσαφείαις κατασκιάζουσιν, αἰνίγματα δὲ καὶ παραβολὰ ἀναπλάττοντες ὠφελοῦσιν οὐ μετρίως. εἰσι δὲ αὐτοῖς ὁ λόγος καὶ διὰ χρησίμων ἐσθ᾿ ὅτε παραδειγμάτων· ὁποῖόν ἐστι τὸ παρὰ τῷ σοφωτάτῳ κείμενον ᾿Ιεζεκιήλ “Ὁ ἀετὸς “ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει καὶ “πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα. “νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς “ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν.” ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ ᾿Ισραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαι τε τῶν ὡρίμων, καὶ λιμοὶ πλειστάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν ᾿Ιουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλίβοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ’ ἂν τῆς κατὰ καίρους ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- χημένα γύναια. ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν.