Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 70-3
Not analysed yet
Ὅτι πικρὸν καὶ ἐπισφαλὲς, καὶ ὀλέθρου παραίτιον γέγονε τοῖς ἐξ Ἰσραὴλ, τὸ ἑλέσθαι μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, ἐν τούτοις ἡμῖν εὖ μάλα πειρᾶται δεικνύειν. ἰδοὺ γὰρ, φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ἐμὲ τὸν τῶν ὅλων Δεσπότην τεθύμωκε καὶ παρώργισε, καὶ εἰς πᾶν εἶδος ἐκάλεσε παροξυσμοῦ, καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς αὔχημα περιθείς. τοιγάρτοι παραίτιος αὐτὸς τῆς ἑαυτοῦ γέγονεν ἀπωλείας· ἐπ’ αὐτὸν ἥξει τὸ αἷμα αὐτοῦ. ἐπειδὴ δὲ, ὅτε τὰς δαμάλεις ἔστησεν εἰς Βαιθήλ τε καὶ Δὰν, προσπεφώνηκε τοῖς ἐξ Ἰσραήλ “Ἱκανούσθω ὑμῖν τοῦ ἀναβαίνειν εἰς Ἱεροσόλυμα· ἰδοὺ οἱ “θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου· ταύτῃτοι λοιπὸν, καὶ μάλα εἰκότως, ἀποτίσει φησὶν ἐμοὶ τῷ κρίνοντι τοῦ ὀνειδισμοῦ τὰς δίκας. ὕβρις γὰρ ἄντικρυς καὶ ὀνειδισμὸς ὁμολογουμένως εἰς Θεὸν, τὸ ὕλαις ἀψύχοις ἀναθεῖναι τολμᾶν τὰ δι’ αὐτοῦ γεγονότα λαμπρὰ καὶ ἀξιοθαύ- μαστα κατορθώματα. οὐκοῦν κατὰ τὸν αὐτοῦ τοῦ Ἐφραΐμ ὀνειδισμὸν, τουτέστιν, ἰσομέτρως ταῖς αὐτοῦ δυσφημίαις καὶ ἀνοσίοις φωναῖς, τὰ ἐξ ὀργῆς ἀντεπενεχθήσεται. ὥσπερ γὰρ ὅσον ἧκεν εἰς ἐγχείρημά τε καὶ λόγους, τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης δόξης ἐξώσθη Θεός· οὕτω καὶ αὐτὸς τῆς ἰδίας ἀρχῆς ἐξωσθήσεται. πεπαύσεται γὰρ κατὰ καιροὺς ἡ βασιλεία τοῦ Ἐφραΐμ. ὡς γὰρ ἤδη προεῖπον, μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον οὐδεὶς ἔτι βεβασίλευκεν ἐν Σαμαρείᾳ τῶν δέκα φυλῶν, ἀλλ’ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις ὑφ’ ἕνα πάντες, τὸν ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς.