Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 71
Not analysed yet
Οἱ ἐπὶ σίτῳ καὶ οἴνῳ κατατεμνόμενοι, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τελοῦντες τὰς ἑορτὰς, οἱ ταῖς ἑαυτῶν καρδίαις οὐ βεβοηκότες πρὸς Θεὸν, οὐδὲ μὴν ἐπεγνωκότες τὸν ἁπάσης αὐτοῖς εὐθυμίας δοτῆρα καὶ πρύτανιν, ἀλλ’ οὐδὲ ταῖς καθηκούσαις εὐχαριστίαις τετιμηκότες, ἐπειδήπερ ἐν τῷ πλάτει τῆς εὐημερίας ἠγνοήκασιν αὐτὸν, ἀλλ’ οὖν εἴσονται παθόντες ἃ δεῖ, καὶ τῆς ἑαυτῶν δυσβουλίας εἰς πικρόν τε καὶ ἀπευκτὸν καταίροντες τέλος, κεκράξονται καὶ ἐπικαλέσονται μόλις, δειναῖς τε καὶ ἀνηκέστοις ἐνολισθήσαντες συμφοραῖς. σύμβουλον δὲ ὥσπερ τὴν αὐτῶν τῶν δεινῶν δεξάμενοι πεῖραν, κατηγορήσουσι τότε τῆς ἑαυτῶν εὐηθείας, ἐκεῖνό που λέγοντες Ισραὴλ φ ἀπεστρέψατο ἀγαθά. ἐξὸν γὰρ ἔχειν αὐτὰ, καὶ τοῦτο πλουσίως, ἐρηρεισμένους μετὰ Θεοῦ, καὶ τὰ αὐτῶ δοκοῦντα διαπεραίνειν εὖ μάλα διεσπουδακότας, ὦρόν κατεδίωξαν, τουτέστι, μονονουχὶ καὶ ἑκόντες αὐτοὶ δεδραμήκασι πρὸς ἐχθροὺς, καὶ ὑπὸ χεῖρα γεγόνασι τῶν μεμισηκότων, τὸν ἀεὶ σώζοντα Θεὸν, καὶ ἀμείνους τιθέντα τῶν ἀνθεστηκότων, ταῖς ἀποστασίαις λελυπηκότες. πάνσοφον οὖν ἄρα καὶ ὀνησιφόρον ἀληθῶς, τὸ μὴ τὴν τῶν δεινῶν ἐκδέχεσθαι πεῖραν· παραιτεῖσθαι δὲ μᾶλλον ἀποῦσαν ἔτι, καὶ πρὸ αὐτῆς ἐπείγεσθαι καταθρεῖν τὸ σύμφερον.