Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 71-5
Not analysed yet
Ενεστάλαξε δὲ καὶ τοῖς Φαρισαίοις ὁ πονηρὸς, ὁ δράκων ὁ ἀποστάτης, τὴν ἐπὶ χριστῷ ψευδοδοξίαν καὶ ἔκτοπον πλάνησιν. ποτὲ μὲν γὰρ ἔφασκεν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον. ποτὲ δὲ καὶ Σαμαρείτην, καὶ μέντοι καὶ πάροινον ἀποκαλεῖν απε- τόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα Ιησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ’ αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστάλαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ’ ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώσκοντες, παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι.