Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 72-2
Not analysed yet
Εαυτὸν ἡμῖν ὁ προφητικὸς ἑρμηνεύει λόγος. ὃ γὰρ εἴρηκεν ἀμυδρῶς, τοῦτο πειρᾶται διατρανοῦν. μετῳκίσθη γὰρ ὁ μόσχος ἀπὸ τοῦ Ἰσραὴλ, καὶ δήσαντες αὐτόν· χαριεντίζεται δὲ ὁ λόγος· ἀπεκόμισαν ξένια τῷ βατιλεῖ Ἰαρεὶμ, ὅ ἐστιν, ἐκδίκῳ. ἐκαλεῖτο γὰρ εἰς ἐπικουρίαν, καὶ οἱονείπως εἰς τὸ ἐκδικῆσαι τὴν Σαμάρειαν ὀλοθρευομένην ὑπὸ τῶν Σύρων. ἀλλὰ δέξεται μὲν ὁ Φούλα ὡς ἐν δόματι παρὰ τοῦ Ἐφραῒμ τὴν δάμαλιν. Ἐφραῒμ δέ φησι τὸν βασιλέα. πλὴν αἰσχυνθήσεταί φησιν ὁ Ἰσραὴλ ἐπὶ ταῖς ἑαυτοῦ βουλαῖς. ὅτι γὰρ, ὡς ἔφην, ἀπέστη μὲν τοῦ πάντα ἰσχύοντος Θεοῦ, εἵλετο δὲ μᾶλλον δαμάλεσι προσκυνεῖν, καταγέλαστος ἦν, καὶ κατεφωρᾶτο πεσὼν εἰς γραώδη καὶ ψυχρὰν καὶ ἀνόνητον εἰκαιοβουλίαν. ἀληθεύει δὴ οὖν ὁ προφήτης, μᾶλλον δὲ Θεὸς, εἰ λέγοι διὰ φωνῆς ἁγίων περὶ τῶν λελατρευκότων τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, “Ἴδετε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται.” Αρμόσειε δ’ ἃν ὁ λόγος καὶ τοῖς τὰ ὀρθὰ τῆς Ἐκκλησίας παραλύουσι δόγματα. ὥσπερ γὰρ ἡ δάμαλις συντριβομένη τοῖς τοῦ Ἰσραὴλ ἤλεγξεν εἰκαιοβουλίαν, οὕτω καὶ τὰ ἐκείνων δόγματα ταῖς ἐρεύναις συντριβόμενα, καὶ τῇ δυνάμει τῆς ἀληθείας συντεθραυσμένα, πρὸς αἰσχύνης ἔσονται καὶ ἐνκαὶ] τροπῆς τοῖς συντεθεικόσιν αὐτὰ, καὶ ἀνοσίως ἐξηυρηκόσι, καὶ ἀβουλότατα δεχομένοις εἰς νοῦν καὶ καρδίαν.