Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 72-3
Not analysed yet
Oὐκ ἀνὰ μέρος ἐν τούτοις τὰς δέκα φυλὰς, ἀλλ’ ὅλον αἰτιᾶται τὸν Ἰσραὴλ, καί φησιν ὅτι δικαιωμάτων αὐτοῖς δοθέντων διὰ Μωυσέως, δι’ ὧν ἐπαιδεύοντο, τίνα χρὴ τρόπον θεραπεύειν τὰ Θεοῦ, ὅπως τε δεήσει προσάγειν θυσίας, αὐτοὶ τὰ τοιάδε μονονουχὶ τεθεσπίκασι τῷ Βάαλ ἤτοι τοῖς εἰδώλοις. ἀπὸ μέρους γὰρ ἔσθ’ ὅτε σημαίνει τὸ πᾶν. τεθύκασι γὰρ Θεῷ μὲν οὐκέτι, μᾶλλον δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν αὐτοῖς ἐτέλουν τὰς ἑορτὰς, καὶ προσῆγον τὴν λατρείαν, τὰς ἀπαρχὰς, τὴν προσκύνησιν, τὰ δῶρα, τὰ χαριστήρια· καὶ δόξης ἰδίας ἀποστεροῦντες Θεὸν, ταύτην ἀνέθεσαν τοῖς γλυπτοῖς. ἀλλὰ τοῦτο ποίησας ὁ Ἰσραὴλ, ἀπέθανέ φησι, καὶ πάλιν προσέθετο τοῦ ἀμαρτάνειν. ὅμοιον ὡς εἰ λέγοι Κεκόλασται δεδρακὼς, ὠλόθρευται τολμήσας, ἔγνω τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, εἰς αἷμα τὴν δίκην τοῖς πλανωμένοις ἐπάγοντος· καὶ τῆς ἑαυτοῦ σκαιότητος κατέληξε μὲν οὐδαμῶς, ἁλοίη δ’ ἂν μᾶλλον ἐφ’ ἑτέροις τε καὶ ἴσοις ἀνέγνωμεν γὰρ ἐν τοῖς Ἀριθμοῖς, ὅτι πεπορνεύκασιν οἱ υἱοὶ Ἰσραὴλ, ἐκκεκαυμένοι πρὸς ἐκτόπους ἡδονὰς, καὶ ταῖς τῶν Μωαβιτῶν προσέκειντο γυναιξίν. εἶτα, δίκας ἐπὶ τούτῳ τὰς ἁπασῶν ἐσχάτας ἐξῄτηνται. ἔχει δὲ οὕτω τὰ γεγραμμένα “καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σατὶμ, καὶ ἐβεβηλώθη ὁ “λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν “αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ “λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις “αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη “θυμῷ κύριος τῷ Ἰσραὴλ. καὶ εἶπε κύριος τῷ Μωσυῇ “Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ, ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφή- “σεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ἰσραὴλ. καὶ εἶπε Μωυσῆς “ταῖς φυλαῖς ’Ἰσραὴλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐ- “τοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.” οὗ δὴ καὶ εἰς πέρας ἐνηνεγμένου, πέπτωκε πληθὺς οὐ μετρία τῶν ἐξ Ἰαεραὴλ. ἄθρει δὴ οὖν, ὅτι προσάγων εἰδώλοις τὰ τοῦ Θεοῦ δικαιώματα κατὰ τοὺς Μωυσέως χρόνους ὁ Ἱσραὴλ, ἀπέθανεν οἰκτρῶς. ἀπεσφάζετο γὰρ ὁ πεπλανημένος τοῖς τῶν οἰκείων ξίφεσιν, οὐκ ὀθνείᾳ χειρί· ἀλλὰ προσέθετο τοῦ ἀμαρτάνειν. πεποιήκασι γὰρ ἑαυτοῖς χώνευμα χρυσοῦν, καὶ ἔργα τέκτονος, καὶ τεχνουργῶν ἐπιστήμαις ἐκπεποιημένους μένους θεούς. ἐπιμειδιᾷ δὲ ὥσπερ ταῖς αὐτῶν εἰκαιοβουλίαις ὁ λόγος. θεοὺς γὰρ εἶναι πεπιστεύκασιν, οὓς αὐτοὶ τεκταίνουσιν. ἐπιφωνείτω δὴ οὖν καὶ τούτοις ὁ ψαλμῳδός “ὅμοιοι αὐτοῖς “γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποι- “θότες ἐπ’ αὐτοῖς.”