Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 73
Not analysed yet
Ἀρνεῖται τὴν βασιλείαν τήν τε τοῦ ‘Ιεροβοὰμ, καὶ τῶν καθεξῆς βεβασιλευκότων ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ, καίτοι διαρρήδην αὐτὸς εἰρηκώς “Ὅτι παρ’ ἐμοῦ γέγονε τὸ “ῥῆμα τοῦτο·’’ ἀπειλήσας δὲ καὶ αὐτῷ Σολομῶνι ταῖς τῶν ἀλλοφύλων γυναικῶν ἀκολουθήσαντι γνώμαις, καὶ τεμένη καὶ βωμοὺς τοῖς ἐκείνων σεβάσμασιν ἀνοσίως ἀνατεθεικότι, ὅτι “Διαρρήξω τὴν βασιλείαν σου, καὶ δώσω αὐτὴν τῷ “δούλῳ σου.’’ τί οὖν ἐροῦμεν ; ψευδοεπῆ τὸν τῶν ὅλων Θεόν ; μὴ γένοιτο· τετραψόμεθα δὲ μᾶλλον ἐπὶ τὸ χρῆναι “φρονεῖν ὀρθῶς, περινοοῦντες ἐκεῖνο. γέγραπται γάρ, ““ἔσται κακία ἐν πόλει, ἢν κύριος οὐκ ἐποίησε ”κακίαν δὲ λέγει τὴν κάκωσιν. τὰ μὲν γὰρ τῶν πραγμάτων αὐτὸς κατ’ ἰδίαν ἐργάζεται γνώμην, τὰ δὲ καὶ γίνεσθαι συγχωρεῖ, κολάζων τινἀς, ἰνᾶς, κἂν εἰ πράττοιτό πὼς ἀνεθελήτως αὐτῷ. ἐπειδὴ δὲ κωλύειν δυνάμενος, ἐφίησί τι καὶ γίνεσθαι πολλάκις οἰκονομικῶς, ὡς αὐτὸς ὑπάρχων ἐργάτης καὶ τούτων λέγεται. οἷον· ἐπ’ αὐτὸν γὰρ ἤδη τὸν Σολομῶνα βαδιούμεθα· δέδωκε μὲν γὰρ αὐτῷ τὸν ἐκ λίθων ἐν τοῖς Ἱρτοσολύμοις ἀναδείμασθαι ναὸν, σοφὸν ἀπετέλει, καὶ ἐπ’ ἀσυγκρίτῳ συνέσει διαπρεπῆ· ἔργον τοῦτο τῆς αὐτοῦ γνώμης. σὺν κεχώρηκεν αὐτοῦ ῥαγῆναι τὴν βασιλείαν, οὐκ αὐτὸς εἰς τοῦτο κατὰ γνώμην ἰδίαν ἀποφέρων τὰ πράγματα, σιωπῶν δὲ ὥσπερ, καὶ ἐπὶ τοῖς ἀβουλήτοις, διὰ τὴν πρὸς αὐτὸν ἀγανάκτησιν. οὐκοῦν εἰ καὶ βεβασίλευκεν ‘Ιεροβοὰμ, καὶ οἱ καθεξῆς, ἀλλ’ οὐχὶ δὴ πάντως Θεοῦ συννεύοντος. τὰ γὰρ ἐξ ὀργῆς τῆς πρός τινας ὡς ἐν κολάσει συμβαίνοντα, τρόπον ἕτερον ἔχει, καὶ οὐκ ἂν νοοῖτο τοιαῦτα τυχὸν, ὁποῖά περ ἂν εἴη τὰ κατὰ βούλησιν ἀληθῶς. ἐαυτοῖς τοιγαροῦν βεβασιλεύκασι, καὶ οὐ Ἄι ἐμοῦ. ἐπειδὴ δὲ ηρξαν, μονονουχὶ μηδὲ ἐγνωκότος Θεοῦ· τὸ γὰρ παρὰ γνώμην οὐδὲ εἰδέναι δοκεῖ· γέγονεν ἀσθενὴς καὶ εὐάλωτος ἡ ἀρχὴ, καὶ ἀνικάνως ἔχουσα πρὸς ἀντίστασιν, καὶ διασώζειν οὐχ οἷά τε τοὺς ὑπεζευγμένους. “Δι’ αὐτοῦ γὰρ “βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ αὐτοῦ κρατοῦσι γῆς.’’ ὅτι δὲ πολλὴν ἐπὶ τούτῳ νοσοῦσιν ἀναισθησίαν, καὶ τοῖς δοθεῖσι παρὰ Θεοῦ πρὸς τὴν κατ’ αὐτοῦ λύπην ἐχρήσαντο, μᾶλλον δὲ καὶ εἰς ὄλεθρον τῶν ἰδίων ψυχῶν, ἐδίδαξεν εἰπων· τὸ αργυριον ἀυτῶν καὶ τὸ χρυσίον εποιησαν εαυτοις εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν. ὅθεν γὰρ ἦν αὐτοὺς εὐδοκιμεῖν δύνασθαι κατοικτείροντας ἀδελφοὺς, ἐντεῦθεν Θεῷ προσκρούουσι, καὶ τῆς σωτηρίας τὸν τρόπον μετανιστᾶσιν ἀβούλως ἐπί γε τὸ ἐξ αὐτοῦ διόλλυσθαι δεῖν.