Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 74-2
Not analysed yet
Τὸ ἀνασφαλές τε ἅμα καὶ τὸ ἀνεπιεικὲς τοῦ τρόπου τῶν ἐξ Ἰσραὴλ, ἤτοι τῶν ἐν Σαμαρείᾳ, καὶ περὶ αὐτοὺς οὓς ᾤοντο θεοὺς, ἐπιδείξειεν ἃν εὐκόλως καὶ τόδε δὴ πάλιν. καὶ θαυμαστὸν οὐδέν. οἱ γὰρ τὸν ἕνα καὶ ἀληθῆ, καὶ φύσει Θεὸν ταῖς ἀποστασίαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀποδρομαῖς ἀνοσίως περιυβρίσαντες, πῶς ἃν ἐγένοντο γνήσιοι περὶ πολλούς τε καὶ ψευδωνύμους καὶ λίθων πεποιημένους ἢ ξύλων θεούς; ἀπεῤῥίφθαι δὴ οὖν φησὶ παρὰ τῶν ἐν Σαμαρείᾳ τὸν μόσχον, τὸν ἐν δόξη τῆ παρ’ αὐτοῖς Θεοῦ τε καὶ βασιλέως· ἀπεῤῥίφθαι δὲ οὕτως, ὡσανεὶ καὶ κάρφος ταῖς τῶν ὑδάτων δίναις ἐμπεπτωκὸς, ἀποφέροιτο λοιπὸν πρὸς τὸ τοῖς διωθοῦσι δοκοῦν. ὅτι δὲ αὐτοῖς τοῖς σεβάσμασι τὰ τεμένη συνοιχήσεται, βωμοί τε λυθήσονται, καὶ ἀκάνθης ἔσονται τόποι, καταδῃωθείσης αὐτοῖς ἁπάσης τῆς χώρας, πῶς ἦν ἀμφίβολον; ἁμαρτήματα δὲ τοῦ Ἰσραὴλ τοὺς βωμοὺς ἀποκαλεῖ, καὶ μάλα εἰκότως, οἷον ὑπόμνημα τῆς εἰς Θεὸν δυσσεβείας αὐτῶν ἀνοσίως ἐγηγερμένους· ὢν δὲ πάλιν, τὸν Ἄπιν ὠνόμασεν, ἤτοι τὰς δαμάλεις τὰς ἐν Βαιθήλ τε καὶ Δὰν, ὧν εἰς δόξαν καὶ οἱ βωμοί. οὐκοῦν, ὃ μὴ ἵστησι Θεὸς, τοῦτο πάντη τε καὶ πάντως λυθήσεται. καί τι τοιοῦτον ὑποδηλοῦν ὑπολαμβάνω τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον “Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω.”