Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 74-3
Not analysed yet
Αἰτιᾶται πάλιν, ὅτι μὴ μόνον δεδυσσεβήκασι, κατ’ εἰκόνα εἰδώλων τὸ παρὰ Θεοῦ δοθὲν ἀργύριον διαπλάττοντες, καὶ τοῖς ἀπὸ ξύλου καὶ λίθων πεποιημένοις τὸ τῆς θείας δόξης ἐπιφημίζοντες ὄνομα· ἀλλὰ γὰρ καὶ εἰς τοῦτο κατώλισθον ἀμαθίας, μᾶλλον δὲ καὶ σκαιότητος καὶ ἀπανθρωπίας καὶ θηριπρεποῦς ἀγριότητος, ἢ καὶ ἔτι τούτων ἐπέκεινα, ὡς μηδὲ αὐτῶν τῶν ἰδίων φείσασθαι τέκνων, ἀποσφάττειν δὲ αὐτὰ τοῖς δαίμοσι· καίτοι κατεστυγηκότος τὸ χρῆμα Θεοῦ, καὶ οὐδ’ ἃν αὐτὴν ἀνασχομένου ποτὲ τὴν φωνὴν ἢ εἰπεῖν ἑτέροις, ἤγουν ἀκοῦσαι παρά τινος. οὐ γὰρ φιλαίματος ὁ Δεσπότης, οὔτε μὴν ἐπὶ ταῖς τῶν ἀνθρώπων ἥδεται καταφθοραῖς· πολλοῦ γε καὶ δεῖ· “Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, κάτα τὸ γεγραμμένον, καὶ σωτήριοι αἰ γενέσεις του κοσ- “μου.” ἐπειδὴ δέ ἐστι θανάτου καὶ εὑρετὴς καὶ πρόξενος ὁ δράκων ὁ ἀποστάτης, ταύτῃτοι ταῖς ἀνθρώπων ἥδεται σφαγαῖς. ὅτι τοίνυν καὶ ψιλὸς ὁ ἐπὶ τούτῳ λόγος μεμίσηται παρὰ Θεῷ, διατρανοῖ λέγων Αὐτοὶ λέγουσι Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. οὐκ ἐμὸς, φησὶν, ὁ λόγος, οὐδ’ ἃν εἴποιμί ποτε τοιάνδε φωνήν· αὐτοὶ δέ φασιν οἱ τῶν δαιμόνων θεραπευταὶ, τὸ δεῖν ἀνθρώπους καταθύειν αὐτοῖς. εἶτα διαγελᾷ τὴν σκέψιν καὶ διασύρει τὸ ἐγχείρημα, προστιεἰς καὶ λέγων Μόσχοι γὰρ, κατὰ τὸ εἰκὸς, οὐκ ἦσαν αὐτοῖς· διὰ τοῦτο τετιμήκασι τὴν ἀνδροκτονίαν. ἀλλ’ ἔστω, φησὶ, πεπλάνησθε, καὶ τοὺς γλυπτούς τε καὶ χωνευτοὺς τετιμήκατε θεούς. ἵνα τί καὶ ἀνθρωπίνοις αἵμασι τοὺς ἐκείνων βωμοὺς κατεδεύσατε ; ἀνέγνωμεν δὲ ἐν ταῖς βασιλείαις, ὅτι γέγονε μὲν ᾿Ιωνάθαν υἱὸς Ἄχαζ, ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰούδαν· πεπόρευται γεγὴν “ἐν ὁδῷ βασιλέων ᾿Ισραὴλ, καὶ ἐθυμία “μὲν ἐν τοῖς ὑψηλοῖς, διήγαγε δὲ καὶ τὸν ἴδιον υἱὸν ἐν “πυρὶ,” καὶ τοῖς δαιμονίοις κατέθυσε τὸν ἐξ αὐτοῦ φύντα καὶ γεγεννημένον. ἐπειδὴ δὲ τοιαῦτα δεδράκασιν, ἔσονταί φησιν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος, ὡς χνοῦς καὶ ὡς ἀτμὶς ἐκ καπνοδόχης, τουτέστιν, ὀλίγον ὀφθέντες, οἰχήσονται πρὸς ἀπώλειαν καὶ βαδιοῦνται πρὸς τὸ μηδέν. νεφέλη γὰρ πρωϊνὴ, τουτέστιν ἀχλὺς, δρόσος τε καὶ χνοῦς καὶ ἀτμὶς ἐκ καπνοδόχης, εὐδιαρίπιστά τε ἐστὶ, καὶ ἐν ὀλιγοστῷ παντελῶς διασκίδναται χρόνῳ, μᾶλλον δὲ καὶ ἐν ὥρᾳ μιᾷ. ποία γὰρ ὑπόστασις ἢ χνοὸς ἣ δρόσου, ἤγουν τῆς ἐκ καπνοῦ συνισταμένης ἀτμίδος ;