Ancient Greek · ~10 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 74-4
Not analysed yet
Εἰσι δὴ πάλιν τῷ Προφήτη κατὰ ῥοῦν ὥσπερ ὁ λόγος, καὶ τῶν ἅπαξ παρεισβεβληκότων ἀποχρῶσαν ἐφ’ λαβόντων τὴν ἀφήγησιν, τῶν ὁραμάτων ἡ τάξις ἐπὶ τὸν αὐτῇ πρέποντα διάττει σκοπόν. τεθέαται τοίνυν τὴν τῶν Ἀσσυρίων πληθὺν, ὡς ἑωθινὴν ἀκρίδων ἐπιγονὴν, καὶ σὺν αὐτοῖς τὸν Γὼγ, ἤτοι τὸν Σεναχηρεὶμ, ὡς ἐν εἴδει βρούχου γραφόμενον, διὰ τὸ πολὺ τῆς γῆς ἀναθρώσκειν εὐσθενῶς τὸ ζῷον. τοιοῦτος δέ πὼς ὁ ἀλαζὼν, ἀναθρώσκων ἀεὶ πρὸς τὸ ὑψοῦ, καὶ τοῖς ταπεινοῖς συνδιαιτᾶσθαι παραιτούμενος. τε- θεαταὶ δὲ καὶ ὡς ἐν πυρὶ καλουμένην τὴν δίκην, καὶ μὴν καὶ ἐντεταγμένον εἰς μέσον τὸν Ἰσραὴλ τὸν ἀδάμαντα παρὰ τοῦ ἑστηκότος ἐπὶ τὸ τεῖχος τὸ ἀδαμάντινον. εἶτα τί καὶ πρός; τὸ ἄγγος ἦν ἰξευτοῦ. ὃ δὲ δὴ καὶ ἐν ἀρχαῖς ἔφην, ἑ ῥῶ δὴ πάλιν, ὡς ἀγροικότερον τεθραμμένῳ τῷ Προφήτῃ, Θεὸς διὰ τῶν ἐν ἀγροῖς ὅτι μάλιστα δρωμένων ἀποκαλύπτει μυστήρια. ἰξευταὶ γὰρ, καὶ τὰ δι’ αὐτῶν θηρώμενα, πτηνὰ δηλονότι, πρέποιεν ἂν οὐχὶ δήπου μᾶλλον ἀνδράσι τοῖς ἀστικοῖς, ἀλλ’ οἷς ἂν εἴη τὸ ἐπιτήδευμα καὶ ὁ τοῦ βίου σκοπὸς ἀγροὶ καὶ τὰ ἐν αὐτοῖς. ὅτι δὲ πάντη τε καὶ τάντως ἀγρευθήσεται πρὸς σφαγὴν, καθάπερ ὑπὸ χειρὸς τῶν ἰξεύειν εἰωθότων, τοῖς ἀγελαίοις ὁμοῦ καὶ τὸ ἀπόλεκτον τῶν ἐν Σαμαρείᾳ γένος, φημὶ δὴ τὸ τῶν ἀλαζόνων καὶ ἐν ἴσῳ πτηνοῖς ὑψοῦ φέρεσθαι μεμελετηκότων, αἰνιγματωδῶς ὑπέδειξε τῶν ὁραμάτων ἡ δύναμις. ἄγγος γὰρ ἦν ἰξευτοῦ τὸ ὁρώμενον. τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι ἥκει τὸ πέρας ἐπὶ τὸν λα,όν μου Ἰαραὴλ, καὶ ὡς οὐκ ἃν ὤ παρελθοι τὰ αὐτῶν ἐγκλήματα· κατεμπρησθήσεται δὲ ὅτι καὶ αὐτὸς ὁ ναὸς, ὁ τὴν χρυσῆν ἔχων δάμαλιν ἐν Βαιθὴλ, διαμεμήνυκεν εἰπὼν ὅτι ὀλολύξει τὰ φατνώματα τοῦ ναου ἐν τῃ ἡμέρᾳ ἐκείνῃ. φατνώματα δὲ λέγειν εἴωθε τὴν ὀροφὴν, ἤτοι τὰ περὶ αὐτὴν, ταῖς τῶν τεκτόνων ἐπιεικείαις εὐτέχνως εὖ μάλα πεποικιλμένα κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. ὀλολύξει δὲ τὰ φατνώματά φησιν· καὶ οὐχὶ τὴν ἔναρθρον ἱέντα φωνὴν, τὴν ὡς ἐν κτύποις δὲ μᾶλλον καὶ τοὺς ἐν τῷ διακλᾶσθαι τρισμούς. ἐπειδὴ δὲ καὶ πολὺς ἔσται, φησὶν, ὁ πεπτωκὼς ἐν παντι τόπῳ, ἐπιρρίψω σιώπην. παντὸς γὰρ τόπου λοιπὸν εἰς ἐρημίαν ἐνηνεγμένου, καὶ οὐκ ἔχοντος τοὺς οἰκήτορας, πολλή τις ἔσται ἡ σιωπὴ, ἤγουν ἡσυχία, καθὰ καὶ ἐν ταῖς ἐρήμοις καὶ ἀβάτοις γαῖς. ἀμηχανήσει δὴ οὖν κατ’ οὐδένα τρόπον ὁ τῶν ὅλων Θεὸς, εἰ παιδεύειν ἕλοιτο τοὺς ἡμαρτηκότας, ἀλλ’ ἔσται πολὺς καὶ διάφορος αὐτῷ τῆς αἰκίας ὁ τρόπος, καὶ ἀντιστήσεται μὲν οὐδεὶς ποιναῖς ἐνιέντι τὸν παροτρύνοντα, διαφεύξεται γεμὴν ὁ ταῖς μεταγνώσεσιν ἀποσειόμενος τὴν ὀργὴν, μετατιθεὶς ἐφ’ ἑαυτῷ πρὸς ἡμερότητα χρηστὸν ὄντα καὶ φιλοικτίρμονα τὸν Δεσπότην.