Ancient Greek
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 76-3
Not analysed yet
Εθος τοῖς ἁγίοις προφήταις καὶ ἐν θεωρίαις αὐταῖς γίνεσθαι πολλάκις τῶν ὡς ἔσονται κατὰ καιροὺς προαπηγγελμένων, μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις. οἷον ὁ μακάριος προφήτης ̔Ησαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον πάθος, “Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς “ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.’’ ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς αὐτὸν τάχα που τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν “Τί “αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὁ δὲ εἶπεν, “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.’’ ̔Ιερεμίας γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς ̔Ιερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένη ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς προφητικαῖς· κατοιμώζει λέγων “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει “ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.” οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικε πὼς ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας, καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαρρηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι᾿ αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονο- νουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος σὴ ἐπιθήγοντος, ὡς λελυπημένου. οὐκοῦν οὕτω φησὶ καταπτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν, ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἃν, καὶ ἧπερ ἃν γένοιτο διακοπὴ, δι’ αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ’ ὧν ἂν ἴοι τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας, ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι᾿ αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ. πεπόρθηνται γὰρ αἱ παρ’ αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν θεῖον ἐπ’ αὐτοῖς πληρούντων θυμόν.