Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 78
Not analysed yet
Πρεσβυτέραν εἶναι, φησὶ, τῆς ἐπὶ ταῖς δαμάλεσι πλάνης, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς γεγενημένην ἀπόστασιν. καὶ γοῦν ὅτε τὴν Σαμάρειαν κατειλήφασιν αἱ δέκα φυλαὶ, τῆς Ῥοβοὰμ βασιλείας ἀποσεισάμεναι τὸν ζυγὸν, τότε τὰς δαμάλεις εἰσκεκόμικεν Ἱεροβοάμ· ἐν δέ γε τοῖς ὄντες, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς ἐπετήδευον πλάνην, ταῖς ἀλλοφύλοις γυναιξὶν εἴκοντος καὶ κατανεύοντος τοῦ Σολομῶνος, τὸ τηνικάδε καὶ βωμοὺς ἀνιστάντος καὶ τεμένη λοιπὸν τοῖς ἐκείνων σεβάσμασιν. ἐξ οὗ τοίνυν ἐπενοήθησαν οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς ἀθύρματα, καὶ αἱ ψευδολατρείαι, ἐξ ἐκείνου τοῦ καιροῦ προσκέκρουκεν ὁ Ἰσραήλ, ἔνδειξις δὲ καὶ τοῦτο τῆς θείας ἡμερότητος γένοιτ’ ἃν οὐκ ἀσυμφανὴς, οὐδὲ ἐν χρόνῳ μακρῷ κολάζειν ἀνεχομένης τοὺς ἠσεβηκότας, ἀνιείσης δὲ μᾶλλον καὶ περιμενούσης τάχα που τῶν πεπλανημένων τὴν μετάγνωσιν. οἱ δὲ ἦσαν ἀπηνέστεροί τε καὶ τὰ ἔτι χείρω νοσοῦντες ἡλίσκοντο. προσέθεσαν γὰρ τοῖς βουνοῖς καὶ τὰ ἐπὶ ταῖς δαμάλεσιν εὑρήματα. θύοντες δὲ τοῖς δαίμοσιν ἐν ὄρεσί τε καὶ βουνοῖς, καὶ δοκοῦντες εὐσεβεῖν περὶ τὰ μάταια, τάχα που καὶ ᾤοντο κατὰ σφᾶς, μᾶλλον δὲ καὶ ἀραρότως ἐνόμιζον, ὅτι καὶ ἐν βεβαίῳ στήσονται τῆς εὐημερίας, ἔσονται δὲ καὶ ἀμείνους τῶν ἀνθεστηκότων, καὶ ἀνάλωτοι τοῖς ἐχθροῖς. σύνηθες δὲ τοῖς πλανωμένοις νόσημα τοῦτο.