Ancient Greek
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 78-2
Not analysed yet
Ὁ τοῖς πολεμοῦσι τὸν Ἰσραὴλ ἀνοιγνὺς τὰς ἃς πύλας, ὁ πάντα καταλεαίνων αὐτοῖς, καὶ τὰ δυσχερῆ καταστρέφων, ὡς ἂν δύναιντο λοιπὸν δι’ εὐμαρείας ἰέναι πολλῆς, καὶ ἀκονιτὶ καταδράττεσθαι τῶν ἀνθεστηκότων, ὁ ἡγούμενος αὐτῶν κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐμ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾴθυμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δοστροπίαις ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιρρίπτεται δίκη τοῖς ἠδικηκόσι. κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων Δημιουργὸς, ὁ κτίσας τὸν ἄνθρωπον “ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ἵνα καὶ περιπατῶμεν ἐν “αὐτοῖς. τί τοίνυν Οὐχ ὑμῖν ἐστι τού γνωναι τὸ κριμα; ytfijxct δέ φησιν ἤτοι τὴν ἐπ’ αὐτοῖς γεγενημένην ὁσίαν τε καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ᾿ ἃν ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἃν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ’ ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μανθάνειν λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερφερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλιμένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχωροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, καταξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος πλεονεξίας, ἀπληστίας τε καὶ κατ’ ἁδὺν ἀστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ’ ἃν ἐποπτείας ἀξιώσαιμι τῆς παρ’ ἐμαυτοῦ· οὔτ’ ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν. κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενηνόχασι μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων.