Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 8-6
Not analysed yet
Ἐξηγεῖται τὴν αἰτίαν, δι’ ἣν εἰκότως τοῖς βασιλεύουσι τὸ ἀποπεσεῖσθαι δεῖν τῆς ἀρχῆς ἐπιφέρει λοιπόν. πλεῖστα μὲν γὰρ ὅσα θυσιαστήρια, τὰ εἰς αμαρτιας πεποίηται τῷ ’Εφραΐμ. ἄττει δὲ ὁ λόγος καὶ ἐπὶ τὸν πρῶτον Ἱεροβοὰμ, τὸν ἐκ φυλῆς ’Εφραΐμ βασιλεύσαντα, καὶ μετ’ ἐκεῖνον εἰς τοὺς ἐφεξῆς, οἳ ἐν ὄρει παντὶ καὶ βουνῷ βωμοὺς ἀνιστάντες τοῖς δαίμοσι, θύειν ἀνέπειθον τοὺς ἐξ Ἰσραήλ. εἶτα λυπεῖσθαι δέον ἐπὶ τοῖς οὕτως ἐκτόποις ἐπιχειρήμασιν· ἐπλήθυναν γὰρ θυσιαστήρια τὰ εἰς ἁμαρτιας· ἐποιήσαντό φησιν αὐτὰ καὶ ἠγαπημένα, καὶ προσέτι τούτοις εἰς όἰλλότρια ἐλογισθησαν αὐτῷ· δῆλον δὲ ὅτι τῷ Ἐφραΐμ· θυσιαστήρια τὰ ἠγαπημένα. δηλοῖ δὲ δὴ πάντως τὰ ἐν τῇ ἀρχαίᾳ σκηνῇ, ἤγουν ἐν τοῖς Ἰεροσολύμοις, ἐν τῷ θείῳ κείμενα ναῷ. δύο δὲ ἦσαν ταυτί· τὸ μὲν τῶν καρπωμάτων ἐν τῆ πρώτῃ σκηνῇ, τὸ δὲ ἕτερον τοῦ θυμιάματος τὸ χρυσοῦν, ἐν τῇ δευτέρᾳ καὶ ἐσωτάτω. Πόλλα τοιγαροῦν τῶν ἐξ Ἐφραΐμ βεβασιλευκότων τὰ ἐγκλήματα· πρῶτον μὲν ὅτι ἐπλήθυναν θυσιαστήρια εἰς ἁμαρτίας· εἶτα ὅτι καὶ ἠγαπημένα πεποίηνται, τὰ ἐφ’ οἷς ἦν εἰκὸς ὀλοφύρεσθαι καὶ θρηνεῖν, ὡς προσκεκρουκότας· καὶ τὸ ἔτι μεῖζον, ὡς ἀπονενευκὼς εἰς ἀπόνοιαν, ἀλλότπια πεποίηται τοι ἠγαπημένα θυσιαστήρια, ἃ ἐχρῆν ὄντως ἀγαπᾶν καὶ ἐν παντὶ ποιεῖσθαι λόγῳ. προσέρριπτε δὲ διὰ μέσου, τὸ καταγράψω αὐτῷ πλῇθος καὶ τὰ νόμιμα αὐτοῦ. καί τι τοιοῦτον ὑποδηλοῖ· τὸ γάρ τοι πλῆθός φησι τῶν εἰς ἁμαρτίας αὐτοῖς πεποιημένων θυτιαττηριων, καὶ τα νομίμῳ νομιμα τουτέστι πάλιν, τὰς αὐτοῖς νενομισμένας θυσίας, ἤτοι τοὺς τῶν θυσιῶν καιροὺς ἢ τρόπους, καθ’ οὓς τὰς βεβήλους προσῆγον τελετάς· κατετέμνοντο γὰρ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ἕτερα ἅττα τούτοις ἐοικότα δρᾶν ἐσπούδαζον εἰς αμαρτιας αὐτοῖς καταυραψω καὶ εἰς ἐγκλήματα.