Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 8-8
Not analysed yet
Σφαλερὸν οὖν ἄρα καὶ δυσδιοίκητον ἡ τρυφὴ, καὶ λεία τις ὥσπερ ὁδὸς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ· παρὰ πολὺ δὲ ἀμείνων ἡ σύμμετρος θλίψις. πιστώσονται δὲ πρὸς τοῦτο ἡμᾶς αἱ τῶν ἁγίων φωναί. ὁ μὲν γάρ τις ἔφασκε “Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ “παιδεία σου ἡμῖν·” ὁ δέ γε σοφώτατος Παῦλος, παντὸς ἡμῖν ἀγαθοῦ ῥίζαν οἷαπερ καὶ γένεσιν τὴν θλῖψιν ἐτίθει λέγων “Ὅτί ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπο- “μονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καται- “σχύνει.” ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυείδ “᾿Αγαθὸν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ “δικαιώματά σου.”