Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 81
Not analysed yet
Μόσχῳ παρεικάζει τὸν Ἐφραΐμ, σκληρῷ τε καὶ ἀγερώχῳ λίαν, καὶ ἀνακόπτεσθαι μὴ εἰδότι τῆς ἰδίας ὁρμῆς, ἣν ἃν ἐφ’ ὅτῳ ποιοῖτο τυχὸν, ἤγουν τιθασεύεσθαι μὴ ἀνεχομένῳ, ζητοῦντι δὲ μᾶλλον ἀεὶ τὸ νικᾶν, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀνεπιπλήκτοις ἵεσθαι ταῖς ὁρμαῖς. ἀλλ’ εἰ καί ἐστι τοιοῦτός φησιν, ἐνδώσει καὶ οὐχ ἑκών. δαμασθήσεται γὰρ ταῖς τῶν συμφορῶν ἐφόδοις, ὑποζευγνύντος Θεοῦ, μόνον δὲ οὐχὶ καὶ αὐτουργοῦντος εἰς τοῦτο, καὶ τὸ κάλλος τού· τραχήλου αὐτοῦ παραλύοντος, τουτέστι, τὸ ἐξαιρέτως ἀφηνιῶν μέρος ἐν τῷ Ἰσραὴλ. τοῦτο δὲ ἢν ἡ παρ’ αὐτοῖς βασιλεία, κατερεθίζουσα πρὸς ἀπόστασιν τοὺς ὑπὸ χεῖρα λαούς. οὐκοῦν καταρριφθήσεται, Θεοῦ καταβρίθοντος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐπιβιβῶ Ἐφραΐμ. οἰκονομικῶς δέ φησιν, ὅτι παρασιωπήσομαι Ἰσύδαν, ἀντὶ τοῦ, μικρὸν ὑπερθήσομαι τὸν Ἰούδαν, οὐ ποιναῖς ἐνιείς· οὐκ ἐπάγων ἤδη τὰ ἐξ ὀργῆς· διακαρτερῶν δὲ μᾶλλον, καὶ ὑπενδιδοὺς ἠρέμα. καὶ διὰ ποίαν αἰτίαν; ὁ μὲν γὰρ Ἐφραῒμ, τουτέστιν αἱ δέκα καθάπερ ἤδη προεῖπον, ἀπονενεύκασιν ὁλοτρόπως ἐπὶ τὸ δεῖν ἑλέσθαι πληροῦν τὰ τῆς πλανήσεως ἔργα· αἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις δύο φυλαὶ, Ἰούδας τε φημὶ καὶ Βενιαμὶν, γεγόνασι πολλάκις ὑπὸ βασιλέας ὀρθούς τε καὶ εὐσεβεῖς, καὶ τὰ τῆς εἰδωλολατρείας ἀθύρματα κατασείοντας, οἳ ζῆν ἀνέπειθον ἐπιεικῶς καὶ ἐννόμως· ὁποῖος γέγονεν Ἀμεσίας ὁ τοῦ Ἰωὰς, εὐσεβὴς καὶ δίκαιος ἀνήρ· ὁμοίως Ἐζεκίας, αὐτὸς ἐν ἴσῳ τεθαυμασμένος τῷ προειρημένῳ, ζηλωτὴς καὶ θεοφιλής. ταύτῃτοι προπεπόνθασι μὲν αἱ δέκα φυλαὶ τὴν αἰχμαλωσίαν· καταστρατεύσας δὲ τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος, ἠδίκησεν οὐδὲν, ᾤχετο δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ, φυγὰς καὶ περιδεὴς, ὅτε καὶ πεπτώκασιν ἐν μιᾷ νυκτὶ διὰ χειρὸς ἀγγέλου τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδες. ἀνεξικακοῦντος δὴ οὖν τοῦ Θεοῦ, καὶ φέροντος ἡμῶν τὰς ἀσθενείας, μὴ ῥᾳθυμῶμεν ἡμεῖς, μηδὲ ἀναπεπτωκότες ἁλισκώμεθα περὶ τὸ χρῆναι πληροῦν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα.