Ancient Greek · ~6 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 9-15
Not analysed yet
Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ’ αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠῶ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλαβών· προετέθειτο γὰρ τῇ νηὶ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ’ Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἐστι μὲν ὁμολογουμένως παρ’ ἐκείνοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλουσιν ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ’ ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ’ ἢλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προφήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ.