Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 9-17
Not analysed yet
Οἱ μὲν γὰρ ἐμαντεύοντο τὴν εἰρήνην ὡς ἔσται πολλὴ, καὶ ψυχροῖς ὀνειρατίοις τοὺς προσιόντας αὐτοῖς συναρπάζοντες διακεῖσθαι παρεσκεύαζον, ὡς βαδιεῖται πάντα κατὰ ῥοῦν αὐτοῖς, καὶ κρατήσει τὰ ἐν εὐχαῖς. ἐπειδὴ δὲ οἷς ἔφασκον ἡ πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώ- σκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν; οἵ γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω;