Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 9-2
Not analysed yet
Ἐραστὰς αὐτῆς εἶναί φησι τοὺς ἀκαθάρτους δαίμονας, περὶ οὓς ἂν λέγοιτο καὶ ὁ τῆς πορνείας πεποιῆσθαι τρόπος. τὸ γὰρ ταῖς ἐκείνων ἕκεσθαι γνώμαις, καὶ τὰ αὐτοῖς δοκοῦντα πληροῦν, τοῦτο οἶμαί ἐστι τὸ ἀσελγαίνειν ἐν ἁμαρτίαις, καὶ διαβιοῦν αἰσχρῶς, καὶ τῆς ἐσχάτης φαυλότητος ἀναπίμπλασθαι· μόνον δὲ οὐχὶ καὶ ἐν ὠδῖσιν ἔχειν πᾶν εἶδος ἀκαθαρςίας. ὥσπερ γὰρ οἱ τὸν θεῖον ὠδίνοντες φόβον, ἀνακεκράγασι πρὸς Θεόν, “Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ “ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν, πνεῦμα σωτηρίου “σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς·” οὕτω καὶ ταῖς τῶν δαιμόνων ἐπιθυμίαις ἀνέντες τὸν νοῦν ἁπάσης εὐθὺς ἀσεθείας ἐπίμεστον ἔχουσιν, οἱ τῶν θείων ἀποφοιτῶντες νόμων καὶ ἁπάσης φαυλότητος ἐπιτηδευται. ἐρασταὶ κὴ οὖν πονηροί τε καὶ ἀλιτήριοι τῶν εἰς ἀσέβειαν ἀπονενευκότων οἱ ἀποστάται δαίμονες, οἶς εἴ τις ἔλοιτο προςέχειν ὡς θεοῖς, δυσσεβήσει δεινῶς. ἀνατίθησι γὰρ αὐτοῖς καὶ ὧς ἂν ἔχοι τὴν χάριν, καὶ ταῖς εὐφημίαις καταγεραίρει πολλάκις, καὶ ἀναφέρει τὰ χαριστήρια, Θεὸν τὸν ἕνα καὶ φύσει καταλελοιπὼς, τὸν χορχηγοῦντα τὰ ζωαρκῆ, τὸν οἷά τισιν ἐσθήμασι καταμφιεννύντα τῇ χάριτι, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις καὶ νοῦν καὶ καρδίαν κατασκιάζοντα, τὸν οἷά περ ἐλαίῳ καταπιαίνοντα, καὶ ἄρτῳ τῷ νοητῷ τρέφοντα πρὸς ζωὴν τὴν εὐκλεᾶ καὶ ἀμήρυτον, τὸν ὕδατι τῷ ζωοποιῷ πρὸς εὐεζίαν ἡμᾶς τρέφοντα τὴν πνευματικήν. ἀλλ’ ὅγε πρὸς ἀσέβειαν διανενευκὼς, καθάπερ ἀμέλει καὶ ἡ πεπορνευμένη Συναγωγὴ, τοῖς ἰδίοις ἐρασταῖς ἔφη δεῖν ἕπεσθαι, καὶ αὐτοῖς ἀνάπτειν τὰ χαριστήρια, καὶ παρ’ αὐτῶν ἡγεῖσθαι λαβεῖν τά τε εἰς τροφὴν καὶ ἀμφίασιν. τουτὶ γὰρ οἶμαι ἐστὶ τὸ Εἶπε γάρ Ἀκολουθησω ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ἀθόνιά μου καὶ τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει. ἀλλ’ οἵ γε σοφοί τε καὶ ἀγαθοὶ, καὶ Θεῷ γνώριμοι καὶ οἰκειότατοι, αὐτῷ δὴ πάντως ἀναθειεν ἂν καὶ τῶν οὐρανίων ἀγαθῶν τὴν ἐπίδοσιν, καὶ τῶν ἐπιγείων τὴν χορηγίαν. ἐροῦσι γὰρ δὴ, καὶ λίαν ἐμφρόνως “Μή ἐστιν ἐν τοῖς εἰδώλοις τῶν “ἐθνῶν ὑετίζων ; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, “οὐχὶ σὺ εἶ ὁ αὐτός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας “ταῦτα πάντα.” συνανακράξονται δὲ καὶ αὐτῷ τῷ θεσπεσίῳ Δαυείδ “Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτὴν, ἐπλή- “θυνας τοῦ πλουτίσαι αὐτήν.”