Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 9-3
Not analysed yet
Ἅθρει δή μοι τὸν μακάριον Προφήτην ἑτεροτρόπως ἐκφέροντα τὰ πρὸς αὐτὸν εἰρημένα παρὰ Φεοῦ. ἤκουσε μὲν γὰρ ἐναργῶς ὅτι “Ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, “οὐκ ὄντος βασιλέως οὐδέ ἄρχοντος, οὐκ οὔσης θυςίας οὐδὲ 20 “ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων·” ὑποτρέχων δὲ ὥσπερ αὐτὸς τῶν ἀκροωμένων τὸ ἀχάλινον εἰς ὁργὰς, ὑπεσταλμένως ἐλέγχει, καὶ συμμέτροις ἀσαφείαις κατασκιάζει τὸν λόγον. ὅτι μὲν γὰρ ἡγουμένων δίχα καὶ τοῦ βασιλεύοντος διατελέσουσι καιροὺς, καὶ ἀπαιδαγώγητοι μενοῦσιν, 25 ἰσχνῶς ὑπαινίττεται, τοῖς τῶν ζώων ἀβασιλεύτοις παρεικάζων αὐτούς. ὅτι δὲ καὶ θυσιῶν ἐξωσθήσονται καὶ λειτουργίας ἱερῶν, ὑποφαίνει λέγων, ἐν ἴσω γεγενῆσθαι τοῖς τῶν ἱερέων ἀντιλεγομένοις. καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; ἤτοι τίς ὁ αντιλεγόμενος ἱερεύς; ὁ μῶμον ἔχων, καὶ ἀῤῥώστημα σαρκικόν· ταυτῃτοι καὶ τῆς λειτουργίας εἰργόμενος. ὴ γὰρ διὰ σκέλους, ἢ ὀφθαλμῶν ἐπήρειαν, ἢ διὰ σύντριμμα ποδὸς, ἢ καθ᾿ ἑτέραν αἰτίαν ἐξεπέμποντό τινες τοῦ ἱερᾶσθαι δεῖν, καίτοι γεγονότες ἐκ φυλῆς τε καὶ αἵματος Λευΐ. κεχρησμῴδηκε γὰρ οὕτως ὁ διὰ Μωυςέως νόμος. οὕτως οὖν ἔσται φησὶν ὁ λαός μου. καίτοι γὰρ ὑπάρχων ἱερὸς διὰ τοὺς πατέρας, καὶ τοῦ θύειν ἠξιωμένος, ἔξω τῆς ἁγίας καθεδεῖται σκηνῆς, ἔξω λειτουργίας καὶ ἱερῶν. οὐ γὰρ προσοίσει θυςίας, οὔτε μὴν ὀσμὴν εὐωδίας ἀνοίσει τῷ Θεῷ· κατηῤῥώστησε γὰρ οὐκέτι μετρίως τὴν εἰς νοῦν ἐπήρειαν, καὶ καταλελώβηται τὴν καρδίαν, γέγονέ τε δικαίως ἀπόπεμπτος ἤδη, καὶ ἀπηχθημένος. ὅτι δὲ τοῖς ἐξ Ἰσραὴλ συμβήσεται καὶ τὸ σιγῆσαι προφήτας, διαμεμήνυκεν εἰπών Καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ, κατ᾿ ἐκεῖνό που πάντως τως τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ· “Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ “οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ἤγουν ἐλέγχοντα, ὅτι “οἶκος παραπικραίνων ἐστί.” ταῦτα δὲ πάντα συμβήσεται διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ τὰ εἰς προφήτας ἐγκλήματα. πλὴν οὐκ εἰς ἄπαν ἀσθενήσειν τὸν Ἰσραὴλ, ἀλλ᾿ εἰς ἡμέρας Φγςί· τετήρηται γὰρ αὐτῷ σωτηρίας καὶ ἐπιστροφῆς τῆς ὡς ἐν πίστει καιρός.