Ancient Greek
Page 739
Cyrillus Theol., Quod unus sit Christus 739
Not analysed yet
τοίνυν ὁ ἐν σαρκὶ πεφηνὼς καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς πεῖραν ἐλθὼν Υἱὸς ἀληθῶς, καὶ ἐλεύθερος, ὡς φύσεως δηλονότι τῆς ἐλευθέρας ἐκπεφυκώς, καὶ οὐκ ἔν γε τοῖς ὑπὸ ζυγὸν καθὸ νοεῖται Θεός, καὶ εἰ γέγονε καθ' ἡμᾶς τοὺς ὑπὸ ζυγὸν δουλείας υἱὸς ὁ Υἱός, ὡς ἔφην, φύσει τε καὶ ἀληθῶς, ὁ πέρα ζυγοῦ καὶ ὑπὲρ τὴν κτίσιν, πρὸς ὃν καὶ ἡμεῖς, οἱ κατὰ θέσιν καὶ χάριν υἱοὶ μεμορφώμεθα. Β— Οὐ λέγομεν, φασί, τὸν ἄνθρωπον Υἱὸν εἶναι <φύσει> τοῦ Θεοῦ, ἵνα μὴ δύο φύσει υἱοὺς εἴπωμεν. Ὥσπερ γὰρ ὁ ἐξ οὐρανῶν κατελθὼν Λόγος οὔκ ἐστι κατὰ φύσιν υἱὸς τοῦ Δαυείδ, οὕτως οὐδὲ ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ. Α— Διατετμήσονται δὴ οὖν εἰς υἱοὺς δύο, καὶ ἄμφω ψευδώνυμοι καταφωραθεῖεν ἄν. Φαίη δ' ἄν, οἶμαι, τὶς εἰκαῖον εἶναι φενακισμὸν τὸ Χριστοῦ μυστήριον, εἴπερ ὧδε ἔχει καθὰ ληροῦντές φασιν οἱ διεναντίας. Ποῦ τοιγαροῦν ἡ ἕνωσις, καὶ ἐφ' ὅτῳ πεπράχθαι φασὶν αὐτήν; Ἢ τάχα που καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον οὐκ ἀληθὲς ὂν ἐκφαίνεται, καὶ περιττῶς εἰσκεκομισμένον, εἰ μὴ κεχρημάτικεν υἱὸς τοῦ Δαυεὶδ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γενέσθαι κατὰ τὴν σάρκα. Χρῆναι δὲ οἶμαι καὶ πρὸς ἡμῶν ἀκούειν αὐτοὺς τὸ παρ' αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων καθηγηταῖς εἰρημένον· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; «Κἂν εἰ φαῖεν ὅτι τοῦ Δαυείδ, ἀκούσονται πρὸς ἡμῶν· «Πῶς οὖν Δαυεὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυεὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;» Ὁ μὴ κατὰ φύσιν καὶ ἀληθῶς Υἱός, καθά φασιν οἱ διεναντίας, συνεδρεύει τε τῷ Θεῷ, καὶ ὁμόθρονος, εἰπέ μοι, τῷ πάντων κρατοῦντι γίνεται; Καίτοι, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδενὶ πώποτε τῶν ἀγγέλων εἴρηκεν ὁ Πατήρ· «Υἱός μου εἶ σύ,» ἀλλ' οὐδέ· «Κάθου ἐκ δεξιῶν μου.» Εἶτα πῶς ἐν τοῖς ὑπερτάτοις ἀξιώμασι καὶ ἐν τοῖς τῆς θεότητος θάκοις ὁ ἐκ γυναικός, καὶ πέρα πάσης Ἀρχῆς καὶ Κυριότητος, Θρόνων τε καὶ Ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου; Ἄθρει δὲ ὅπως ὁ Κύριος λέγων· «Εἰ οὖν Δαυεὶδ ἐν Πνεύματι Κύριον ὀνομάζει, πῶς υἱὸς αὐτοῦ ἐστι;» φρονεῖν ἀναπείθει τοὺς οἵπερ ἂν εἶεν τῆς ἀληθείας ἐρευνηταί, ὡς ἐν μεθέξει σαρκὸς καὶ αἵματος γεγονὼς ὁ Λόγος, εἷς μεμένηκε καὶ οὕτως