Ancient Greek · ~9 min
Page 750
Cyrillus Theol., Quod unus sit Christus 750
Not analysed yet
τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγονε γάρ, ὡς ἔοικεν, οὐκ ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ. Εἴργει δέ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Καὶ γοῦν ὁ Παῦλός φησιν· «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν;» Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός· «Ἐάν τις ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Ἀλλ' εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα. Πλὴν ἴτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαιρεῖν εἰπών. Εἰ γάρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. Εἰ δὲ ἐν τούτοις εἶναί φασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἢ γοῦν ἀποστολικοῖς κατακομίζουσι μέτροις. Β— Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; Α— Οὐκ ἂν διαψεύσαιο. Ὁ Μωϋσῆς μὲν γὰρ ἔφη τοῖς ἐξ αἵματος Ἰσραήλ· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.» Γέγραφε δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν.» Φραζόντων δὴ οὖν, ἐρήσομαι γάρ, ἆρ' ἂν γένοιτο πρὸς εὐκλείας ἀνθρώπῳ παντὶ τῆς προφητείας ἡ χάρις, ἢ γοῦν ἀποστολικῶν ἀξιωθῆναι γερῶν, χρηματίσαι δὲ καὶ ἱερουργόν; Β— Φημί. Α— Ἀλλὰ ταυτὶ δὴ μικρὰ καὶ οὐκ ἀξιόληπτα φαῖεν ἂν εἶναι Χριστῷ καθὸ νοεῖται Θεός, κἂν διὰ τούτων αὐτῶν ὁρᾶται κεκενωμένος, καὶ μετὰ τῆς ἀνθρωπότητος λαβὼν αὐτά. Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς,