Ancient Greek · ~8 min
Page 752
Cyrillus Theol., Quod unus sit Christus 752
Not analysed yet
Ἴσμεν δὲ γεγραφότα τὸν ἱερώτατον Παῦλον ὅτι χρὴ «λογισμοὺς καθαιρεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Πλὴν οὖν, ἆρα ἔχοις εἰπεῖν τὰ ἐφ' οἷς σκανδαλίζονται, καὶ τῷ λίθῳ τοῦ προσκόμματος περιπταίουσιν Ἰουδαϊκῶς; Β— Ἔχοιμ' ἄν, πῶς γὰρ οὔ; Καὶ πλεῖστα μὲν ὅσα ταυτί. Λελέξεται δὲ ἀναμέρος ἕκαστα. Φασὶ τοιγαροῦν Χριστὸν ἡγιάσθαι παρὰ τοῦ Πατρός. Γέγραπται γὰρ ὅτι «Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Γέγραφε δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.» Ἁγιασθείη γὰρ ἥκιστά γε Θεὸς ὢν ὁ Λόγος καὶ ἅγιος κατὰ φύσιν. Λείπεται δὴ οὖν ἡγιάσθαι λέγειν τὸν ληφθέντα παρ' αὐτοῦ κατὰ συνάφειαν ἄνθρωπον. Α— Εἶτα πῶς ὁ βεβαπτισμένος καὶ τὴν ἐμφανῆ τοῦ Πνεύματος λαβὼν καταφοίτησιν ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καὶ τὰ μόνῃ πρέποντα καὶ ἐοικότα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ, καὶ τοῦτο δεικνύς, ὡς ἴδιον ἀγαθὸν ὁ ἐνανθρωπήσας Λόγος σωματικῶς ἐνεφύσα τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται.» Πῶς δὲ τὸν ἡγιασμένον ἐναργέστατα καταδεικνὺς ὁ θεσπέσιος Βαπτιστής, μεμαρτύρηκεν ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μοναδικῶς καὶ ἐνάρθρως; Ἔδει γὰρ ὄντα τῆς ὑφ' ἡλίῳ μυσταγωγόν, εἴπερ ἕτερον ὄντα παρά γε τὸν ἀληθῶς Υἱὸν ἠπίστατο, κατασημῆναι τὸ ἀληθές, λέγοντα σαφῶς· Οὗτός ἐστιν ὁ κατὰ συνάφειαν τὴν πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν δόσει τε καὶ χάριτι γεγονὼς Υἱός. Ἀλλ' οὐδὲν μὲν ἔφη τοιοῦτον, ἕνα δὲ καὶ τὸν αὐτὸν ὄντα γινώσκων καὶ ἐκ Θεοῦ Πατρὸς Λόγον καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ κατὰ σάρκα, ἁγιασθῆναι μέν φησι καθὸ ἄνθρωπος, ἁγιάζειν δὲ αὖ καθὸ νοεῖται Θεός. Ἦν γάρ, ὡς ἔφην, ἐν ταὐτῷ τοῦτο κἀκεῖνο. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, εἰ