Ancient Greek · ~9 min
Page 770
Cyrillus Theol., Quod unus sit Christus 770
Not analysed yet
Β— Ἀλλ' εἴρηται, φασί, περὶ αὐτοῦ ὅτι «ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ <Χριστοῦ> πᾶν γόνυ κάμψῃ.» Ὃ δὲ ἦν ὁ Λόγος, δῆλον δὲ ὅτι Θεός, πῶς ἂν νοοῖτο λαβών; Ἔστι τοίνυν ἀναγκαῖον τῷ ἀναληφθέντι μᾶλλον ἀνθρώπῳ δεδόσθαι λέγειν τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα μή τι τῶν ἀπεοικότων φρονοῦντες ἁλισκώμεθα περὶ τοῦ Μονογενοῦς. Α— Εἶτα πῶς οὐκ ἄμεινον ἀσυγκρίτως ἐνανθρωπήσαντι δι' ἡμᾶς τῷ κατὰ φύσιν Υἱῷ δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος καὶ ἀρτιφανὴς ἀγγέλοις τε καὶ ἀνθρώποις εἰσκομίζηται θεός, τὴν τῆς θεότητος δόξαν οὐκ οὐσιωδῶς ἐνυπάρχουσαν ἔχων, ἀλλ' ἔξωθεν εἰσκεκριμένην, καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρός; Β— Αὐτῷ δὴ οὖν ἄρα τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ δεδόσθαι φαμὲν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Α— Πάνυ μὲν οὖν. Εἶσι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ, εἴπερ ἐστὶν οὐ κατεψευσμένον ὡς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καταπεφοίτηκε δέ πως ἐπὶ τὸ μὴ ὂν ἐν δόξῃ, καθὰ πέφηνεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν· «Ὁ Πατὴρ μείζων μού ἐστι,» καίτοι μετὸν αὐτῷ καὶ ἐνυπάρχοντι ἀεὶ καθὸ νοεῖται καί ἐστι Θεός, καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν, τὸ ἀπαραλλάκτως ἔχειν πρὸς πᾶν ὁτιοῦν, καὶ τῇ τῆς θεότητος ἐναβρύνεσθαι δόξῃ. Ἔδει δὴ οὖν τὸν καταφοιτήσαντα δι' ἡμᾶς εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀπολισθῆσαι δοκεῖν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν λαμπρότητος καὶ ὑπεροχῆς, ἀλλ' ἐν κενώσει τῇ καθ' ἡμᾶς τὸ πλῆρες ἔχοντα θεϊκῶς, καὶ ἐν ταπεινώσει τὸ ὑψηλόν, καὶ τὸ φύσει προσὸν ὡς δοτὸν διὰ τὸ ἀνθρώπινον προσκυνεῖσθαι πρὸς ἁπάντων. Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ τῶν τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, καὶ πᾶν τάγμα δοξολογεῖ. Κύριος γὰρ εἶναι πιστεύεται Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ἆρ' οὖν, εἰπέ μοι, προκόσμιος ἦν ὁ ἄνθρωπος ὃν ἀνειλῆφθαί φασι παρὰ τοῦ Μονογενοῦς κατὰ συνάφειαν σχετικήν; Β— Οὐδαμῶς. Α— Τίς οὖν ἄρα ἐστὶν ὁ δόξαν αἰτῶν ἣν καὶ πρὸ αὐτῆς