Ancient Greek
Page 778
Cyrillus Theol., Quod unus sit Christus 778
Not analysed yet
καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐσμὲν ἐρασταί, καὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦμεν πίστιν, οὐκ ἀποφερόμενοι τῆς εὐθείας, οὔτε μὴν τὴν βασιλικὴν ἀφέντες τρίβον, καὶ ταῖς τινων εἰκαιομυθίαις εἰς κίβδηλον νοῦν ἀποκομιζόμενοι, ἐποικοδομούμενοι δὲ μᾶλλον ἐπ' αὐτῷ τῷ θεμελίῳ, τουτέστι Χριστῷ—»Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,» καθὰ γέγραφεν ἀληθῶς ὁ «σοφὸς ἀρχιτέκτων» καὶ τῶν αὐτοῦ μυστηρίων ἱερουργός. Ἕνα τοιγαροῦν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς εἶναι πιστεύομεν, καὶ ἐν ἑνὶ προσώπῳ νοούμενον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, γεννηθέντα μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς θεϊκῶς ὡς Λόγον πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν γεγονότα κατὰ σάρκα ἐκ γυναικός, αὐτῷ τε προσνεμοῦμεν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα, καὶ αὐτοῦ γενέσθαι φαμὲν τὴν κατὰ σάρκα γέννησιν καὶ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, οἰκειουμένου μὲν ἅπαντα τὰ τῆς ἰδίας σαρκός, μεμενηκότος γε μὴν ἀπαθοῦς τῇ τῆς θεότητος φύσει. Κάμπτει γὰρ οὕτως αὐτῷ πᾶν γόνυ, «Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἀμήν.