Ancient Greek
Page 581
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 581
Not analysed yet
ἵνα καὶ ἀεὶ φαίνηται Πατήρ. οὐ γὰρ ἦν ὅτε τοῦτο οὐκ ἦν. ἔστι τοίνυν ταὐτὸν μὲν τῷ Πατρὶ τῇ φύσει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, ἐν ἑτερότητι δὲ τῇ κατὰ υἱότητα μόνην. οὐ γάρ ἐστι Πατὴρ, ὅτι μηδὲ ἐκεῖνος Υἱός. πάντα τοίνυν πληρούσης, ὡς ἔφην, τῆς ἀνωτάτω πασῶν οὐσίας, ὅτι καὶ ὑπὲρ κτίσιν ἐστὶ καὶ νοῦν καὶ λόγον, μὴ βατταριζέτωσάν τινες, "τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στό"ματος Κυρίου," καθὰ γέγραπται, ἵνα μὴ παραλύοντες τὴν ἀλήθειαν ταῖς ἑαυτῶν ψυχαῖς τὴν τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσαν ἐπαντλήσωσι δίκην. Πρὸς τοὺς λέγοντας ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. ΕΠΙΛΥΣΙΣ. Ἄπιστά τινες, ὡς ἔμαθον, καὶ γελοιότητος τῆς ἐσχάτης ἐπίμεστα ῥημάτια περικομίζουσι, "τὰ ἀπὸ καρδίας αὐτῶν "λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. ὅπου γὰρ τὸ τῆς ἀληθείας οὐ διαφαίνεται κάλλος, ἐκεῖ πάντως ὁ τοῦ ψεύδους πατὴρ ἐκχεῖ τῆς ἐνούσης αὐτῷ σκαιότητος τὸν ἀνδροκτόνον ἰόν. μανθάνω τοίνυν τινὰς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας διακεῖσθαι καὶ λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ μετὰ σαρκὸς συναναστραφεὶς τοῖς ἐπὶ τῆς γῆς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν