Ancient Greek
Page 582
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 582
Not analysed yet
ἢ ἐκεῖνο φάναι, ὅτι ποσότητι μετρητός ἐστι, καὶ περιληπτὴν ἔχει τὴν φύσιν, καὶ ἐν τόπῳ μένει καθὰ καὶ τὰ σώματα, ἤγουν τὰ ἕτερα τῶν κτισμάτων. ἠγνόησαν δὲ ἴσως ὅτι τὸ θεῖον ἀσώματόν ἐστιν, ἀσχημάτιστον, ἀμερὲς, οὐ ποσότητι μετρητὸν, οὐ τόπῳ περιγραφόμενον, ἀλλὰ πληροῦν μὲν τὰ πάντα καὶ ἐν πᾶσιν ὂν, ἀχώρητον ὂν κατ' ἰδίαν φύσιν. γέγραπται γὰρ ὅτι "Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματος σοῦ, "καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς "τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, παρεῖ· "ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατα"σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ "σου ὁδηγήσει με." ἔδει τοίνυν αὐτοὺς οὐκ ἐξ ἀμαθίας προπετεῖς ἐρεύγεσθαι φωνὰς, ἀλλ' ἐννοεῖν οἷά τε καὶ ὅση καὶ ἐν τίσιν ὑπεροχαῖς ἡ θεία καὶ ὑπερμεγέθης καὶ ἀπόῤῥητός ἐστι τοῦ Θεοῦ φύσις. πότε γὰρ ὁ Θεὸς Λόγος ἀπέστη τοῦ εἶναι μετὰ τοῦ Πατρὸς ἢ τοῦ ἐν αὐτῷ μένειν; εἰ γὰρ ἐνδέχεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ' αὐτοῦ, ἦν ἂν εἰκὸς ἐννοῆσαι ὅτι καὶ τὸν Υἱὸν ἐνδέχεται μὴ εἶναι μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐνενόησαν ὅτι γενητὸς ὢν ὁ ἥλιος· κτίσμα γάρ ἐστι δι' αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν· διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν Πατρὶ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ; καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ