Ancient Greek
Page 586
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 586
Not analysed yet
τῇ θεότητι τοῦ Μονογενοῦς, οὐδὲ τὴν θεότητα τῇ σαρκὶ ἐν ταῖς θαυματουργίαις· ἢ καὶ ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ τοῦ μνημείου φωνήσας ὁ Θεὸς Λόγος καὶ οὐχ ὁ ἄνθρωπος, καὶ ὅτι οὐχ ὁ Θεὸς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ, ἀλλ' ὁ ἀναληφθεὶς ἄνθρωπος, καὶ αὐτὸς ἐπείνασε καὶ ἐδίψησε καὶ ἐσταυρώθη καὶ ἀπέθανεν· ὁλοτρόπως τῆς ἀληθείας διημαρτηκέναι φαμὲν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ἀγνοῆσαι τὸ μυστήριον. οὐ γὰρ εἶναί φαμεν υἱοὺς δύο, οὐδὲ δύο χριστοὺς, ἀλλ' ἕνα Χριστὸν καὶ Υἱὸν, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεννηθέντα Θεὸν Μονογενῆ καὶ ἐνυπόστατον αὐτοῦ Λόγον, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. μὴ τοίνυν ἀποδιοριζέτωσαν ὡς δίψυχοι, μηδὲ δύο ἡμῖν εἰσκομιζέτωσαν υἱοὺς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμολογείτωσαν, ὡς ἐνανθρωπήσαντα Θεοῦ Λόγον, καὶ αὐτοῦ πάντα καὶ φωνὰς καὶ ἐνεργείας. ἐπειδὴ γὰρ ἦν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, λαλεῖ καὶ θεοπρεπῶς καὶ ἀνθρωπίνως· ἐνεργεῖ δὲ ὁμοίως καὶ τὰ ἀνθρώπινα καὶ τὰ θεοπρεπῆ. ὅταν τοίνυν ὁμολογῶσιν ἕνα Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, πεπαύσονται διαιροῦντες ἀμαθῶς καὶ διιστάντες εἰς δύο, ὡς ἕνα μὲν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν νοεῖσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δὲ πάλιν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν τὸν, ὡς αὐτοί φασιν, ἀναληφθέντα ἄνθρωπον. ἡμεῖς γὰρ οὐχ οὕτως φαμὲν, οὐδὲ οὕτως πιστεύομεν, ἀλλ' ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν σὰρξ τουτέστιν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, ἀλλὰ καὶ μεμενηκὼς ὅπερ ἦν ἀτρέπτως καὶ ἀναλλοιώτως, καὶ μετεσχηκὼς σαρκὸς καὶ