Ancient Greek
Page 587
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 587
Not analysed yet
αἵματος κατὰ τὰς γραφάς· τὴν δέ γε ἑνωθεῖσαν αὐτῷ καὶ ἰδίαν αὐτοῦ γενομένην σάρκα ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐκ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς, ἐν ᾧ καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ ἀναληφθὲν σῶμα τῇ ἁγίᾳ Τριάδι συγκέκραται. ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ καὶ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς πῶς ἂν ἐνδοιάσειέ τις; τὸν γὰρ ἐκ νεκρῶν ἐγηγερμένον, αὐτὸν δηλονότι καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος, κεκάθικεν ὁ Πατὴρ "ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς "ὑψηλοῖς," "ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνά"μεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου·" ἥξει δὲ οὕτω κατὰ καιρούς. καὶ ἀρκέσει πρὸς τοῦτο τῶν ἁγίων ἀγγέλων ἡ φωνὴ τοῖς θεωμένοις αὐτὸν ἀναβαίνοντα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀναφανδὸν εἰρηκότων "Οὗτος ὁ "Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον "ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν." εἰ μὲν οὖν οἱ τῆς ἀναλήψεως αὐτοῦ γεγονότες θεωροὶ, γυμνὸν τῆς σαρκὸς τὸν Λόγον τεθέανται, οὕτως αὐτὸν καὶ ἥξειν ὑπονοείτωσάν τινες· εἰ δὲ πεπληροφόρηκε τοὺς ἁγίους ἀποστόλους, τὸ ψηλαφητὸν αὐτοῖς δείξας σῶμα, καὶ οὕτως ἀνελήφθη· οὕτω πάλιν ἐλεύσεται, καὶ οὐκ ἂν διαψεύσαιτο τῶν ἁγίων πνευμάτων ὁ ἐπ' αὐτῷ λόγος.