Ancient Greek
Page 592
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 592
Not analysed yet
οὕτω νόει καὶ ἐπὶ Χριστοῦ. πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ὢν ἔτι καὶ καθ' ἑαυτὸν ὁ Λόγος εἰργάζετο τὰ θεοπρεπῆ, γεγονὼς δὲ ἄνθρωπος, ἐνήργει καὶ διὰ τῆς ἑαυτοῦ σαρκὸς, ὡς ἔφην. οὕτως ἥψατο τῶν τυφλῶν, ἤγειρε δὲ καὶ τὸν τῆς χήρας υἱὸν πάλιν ἐκτείνας τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ· οὕτω πτύσας καὶ ποιήσας πηλὸν ἔχρισε τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γεννητῆς τυφλοῦ. Εἰ δὲ καὶ διῆγε πνευματικῶς, ἐννόει πάλιν, ὅτι τὰ καθ' ἡμᾶς ἀναβιβάζων εἰς πνευματικὴν πολιτείαν, αὐτὸς ἤρξατο τοῦ πράγματος ἀνθρωπίνως, ἵνα ὁδὸς καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει πρὸς τὸ δύνασθαι διαζῆν, οὐκέτι σαρκικῶς καὶ φιληδόνως, ἁγίως δὲ μᾶλλον καὶ πνευματικῶς. ἀρχὴ γὰρ ἡμῖν παντὸς γέγονεν ἀγαθοῦ, καὶ διὰ τοῦτο πέφηνεν ἄνθρωπος, ἵνα τῆς ἐν Ἀδὰμ ἀσθενείας ἐλευθερώσας τὴν ἡμῶν φύσιν, ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ δείξῃ πνευματικήν. Ὁμοίως πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δέ φασι καὶ ἑτέρους ζητεῖν, πῶς δὴ κατ' εἰκόνα Θεοῦ προσήκει νοεῖσθαι τὸν ἄνθρωπον, εἶτά τινες ἀσυνέτως κομιδῆ τὴν τοῦ σώματος εἰκόνα, καὶ τὸ ὁρώμενον εἶδος αὐτό