Ancient Greek
Page 593
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 593
Not analysed yet
φασιν καὶ οὐχ ἕτερον εἶναι τὴν πρὸς Θεὸν ὁμοίωσιν· δεῖν ᾠήθην εἰπεῖν, ὅτι πεπλάνηνται, καὶ τῆς ἀληθείας ἀφιλοθεάμονα τὴν διάνοιαν ἔχουσι. τοῦ γὰρ Σωτῆρος ἐναργῶς λέγοντος "Πνεῦμα ὁ Θεὸς," αὐτοὶ σωματοειδῆ εἶναί φασιν τὴν θείαν φύσιν, καὶ ἐν χαρακτῆρι τοιούτῳ ἐν ᾧ καὶ ἡμεῖς ἐσμέν. ἆρ' οὖν σῶμα καὶ αὐτὸς, καὶ οὐκ ἔτι πνεῦμα νοεῖται; ἀκολουθεῖ γὰρ πάντως τὰ εἴδη τοῖς σώμασιν. ἐπειδὴ δὲ πνεῦμά ἐστιν ὁ Θεὸς, ἀνείδεός που πάντως ἐστὶ, καὶ τύπου καὶ σχήματος καὶ περιγραφῆς ἐπέκεινα ἁπάσης. μεμορφώμεθα δὲ πρὸς αὐτὸν κατὰ πρῶτον μὲν καὶ κυριώτατον τρόπον, ὅσον ἂν νοοῖτο, κατ' ἀρετὴν καὶ ἁγιασμόν. ἅγιον γὰρ τὸ θεῖον, καὶ ἀρετῆς ἁπάσης πηγὴ καὶ ἀρχὴ καὶ γένεσις. ὅτι δὲ πρέποι ἂν οὕτω νοεῖσθαι μᾶλλον τὸ κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, διδάξει καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐν Γαλατίᾳ λέγων "Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ "μορφωθῇ Χριστὸς ἐν ὑμῖν." μορφοῦται μὲν γὰρ ἐν ἡμῖν δι' ἁγιασμοῦ τοῦ διὰ Πνεύματος, διὰ κλήσεως τῆς ἐν πίστει τῇ εἰς αὐτόν· ἐν δέ γε τοῖς παραβαίνουσι τὴν πίστιν, οὐκ ἐκλάμπουσιν οἱ χαρακτῆρες ὑγιῶς. διὰ τοῦτο χρῄζουσιν ἑτέρας ὠδῖνος πνευματικῆς καὶ ἀναγεννήσεως νοητῆς, ἵν' ἐναστράψαντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος δι' ἁγιασμοῦ τὴν θείαν εἰκόνα, πάλιν ἀναμορφωθεῖεν εἰς Χριστόν. Οὐκ ἀπίθανον δὲ καὶ κατὰ τὸ ἀρχικὸν τὴν ὁμοίωσιν τὴν πρὸς Θεὸν ἐνεῖναι λέγειν τῷ ἀνθρώπῳ. δέδοται γὰρ