Ancient Greek
Page 594
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 594
Not analysed yet
αὐτῷ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. καὶ δεύτερος οὗτος τῆς πρὸς αὐτὸν ὁμοιώσεως λόγος. εἰ δὲ ἐν τῇ τοῦ ἀνθρώπου σώματος φύσει τε καὶ εἴδει κείμενον ἦν τὸ πεπλάσθαι ἢ τὸ πεποιῆσθαι κατ' εἰκόνα τοῦ Δημιουργοῦ, πῶς ἦν δύνασθαί τινας ἀπολλύειν αὐτό; ἀποβεβλήκαμεν γὰρ οὐδὲν τῶν ἐνόντων οὐσιωδῶς. ἐπειδὴ δὲ ἡμᾶς ὁ ἁγιασμὸς καὶ ἡ δικαιοσύνη διαμορφοῖ πρὸς Θεὸν, τοὺς μηκέτι ζήσαντας κατ' ἀρετὴν καὶ ὡς ἐν ἁγιασμῷ, φαμὲν ἀποβαλεῖν τὸ οὕτω σεπτὸν καὶ ἐξαίρετον κάλλος. διὸ καὶ ἀναλαμβάνεται πάλιν δι' ἁγιασμοῦ καὶ ἀρετῆς καὶ τῆς κατ' εὐσέβειαν ζωῆς. εἰ δὲ οἴονταί τινες ἐκ πολλῆς ἄγαν ἐλαφρίας ἀνθρωποειδῆ τὴν θείαν εἶναι φύσιν, πῶς Ἰουδαίοις ἔφασκεν ὁ Σωτὴρ περὶ τοῦ Θεοῦ καὶ Πατρός "Ἀμὴν λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ "ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε;" εἰ γὰρ ἦν, ὡς ἔφην, ἀνθρωποειδὴς, πῶς οὐ τεθέανται οὐκ Ἰουδαῖοι μόνον, ἀλλὰ γὰρ καὶ πάντες οἱ ἄνθρωποι τὸ εἶδος αὐτοῦ;