Ancient Greek
Page 461
Cyrillus Theol., Sermo ad Alexandrinos (fragmentum) 461
Not analysed yet
"δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον μου οὐκ "ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων," μηδὲν αὐτὸν πεπονθέναι εἰς τὴν οἰκείαν φύσιν ὑπολάβῃς, οἰκειώσασθαι δὲ μᾶλλον τοῦ ἰδίου σώματος τὰς μάστιγας· οὗ γὰρ ἴδιόν ἐστι τὸ σῶμα, τούτῳ ἂν εἰκότως προσγράφοιτο καὶ τὰ αὐτοῦ πάντα, δίχα μόνης ἁμαρτίας. οὐκοῦν ἐπειδήπερ ἐνανθρωπήσας ἦν ὁ Λόγος, μεμένηκεν μὲν θεϊκῶς ἀπαθής· οἰκειούμενος δὲ ἀναγκαίως τὰ τῆς ἑαυτοῦ σαρκὸς, παθεῖν λέγεται κατὰ σάρκα, καίτοι τοῦ παθεῖν ἀπείραστος ὢν, καθ' ὃ νοεῖται Θεός. οὐκ ἐννοοῦσιν οὖν ὅτι τετήρηται μὲν τὸ ἀπαθὲς αὐτῷ καθ' ὃ Θεός ἐστιν, προσγράφεται δὲ καὶ τὸ παθεῖν ὑπὲρ ἡμῶν κατὰ σάρκα, καθ' ὃ Θεὸς ὢν φύσει γέγονε σὰρξ, ἤτοι τέλειος ἄνθρωπος· τίς γὰρ ἦν ὁ λέγων πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέ"λησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ "ἁμαρτίας οὐκ ἐζήτησας· τότε εἶπον Ἰδοὺ ἥκω τοῦ ποιῆσαι "ὁ Θεὸς τὸ θέλημά σου;" ὁ γὰρ ἔξω σώματος ὡς Θεὸς, ἑαυτῷ σῶμα κατηρτίσθαι φησὶν, ἵνα τοῦτο ὑπὲρ ἡμῶν προσενέγκας, τῷ ἰδίῳ μώλωπι πάντας ἡμᾶς θεραπεύσῃ, κατὰ τὴν τοῦ προφήτου φωνήν.