Ancient Greek
Page 538
Cyrillus Theol., Sermo prosphoneticus ad Alexandrinos de fide (homilia diversa 21) (fragmenta) 538
Not analysed yet
Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ἀλεξανδρέας προσφωνητικοῦ λόγου περὶ πίστεως. Ἐγὼ τὸ συγκεκραμμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Θεοῦ ὀρθῆς παραδόσεως· ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται· ἡ δὲ ἄῤῥητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη, ἀμφοτέρας σώζει ἀσυγχύτους τὰς φύσεις, καὶ ἕνα ἀποτελεῖ καὶ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστὸν, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτὸν, καὶ οὐ δύο χριστοὺς, ἕνα δὲ μόνον ἑνωθέντα καὶ οὐ κεκραμμένον· εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν, ἑτεροούσιοι τυγχάνουσαι, οὐδὲ ὁποτέρα σώ-