Ancient Greek
Page 539
Cyrillus Theol., Sermo prosphoneticus ad Alexandrinos de fide (homilia diversa 21) (fragmenta) 539
Not analysed yet
ζεται, ἀλλ' ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν. καὶ οὔτε χωρισμὸν ἀπ' ἀλλήλων ἢ διαίρεσιν ἐπιδέχονται κεκραμμέναι, διῃρέθησαν δὲ τῷ καιρῷ τοῦ θανάτου καὶ ἐχωρίσθησαν, καὶ ψυχὴ ἀπὸ σώματος εἰς ᾅδου μετὰ τῆς θεότητος κατελθοῦσα, καὶ σῶμα ἀπὸ ψυχῆς ἐν μνήματι καινῷ ἀποτεθὲν κατὰ τὰς ἀψευδεῖς τοῦ Χριστοῦ φωνὰς τὰς λεγούσας "Λύσατε τὸν ναὸν "τοῦτον καὶ ἐν τρισὶν ἡμέ"ραις ἐγερῶ αὐτόν." καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς, βουλομένου αὐτοῦ, καὶ πάλιν ἀνέστησεν αὐτὸν, καὶ ἡνώθη αὐτῷ ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμμένος ἐν αὐτῷ, ἢ ἀποσεσαρκωμένος, ἀλλ' ἀποσώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὴν ἰδιότητα· οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις.