Ancient Greek
Page 540
Cyrillus Theol., Sermo prosphoneticus ad Alexandrinos de fide (homilia diversa 21) (fragmenta) 540
Not analysed yet
Εἶτα ἐπάγεται μαρτυρίαν τοῦ ἐν ἁγίοις Ἀθανασίου αὐτὸς τήνδε "Δύο φύσεων τῶν ἑτεροου"σίων ἐν ἑνὶ Χριστῷ τῷ "Υἱῷ τοῦ Θεοῦ σωζομένων, "καὶ μήτε συγχεομένων, "μήτε ἀπολλυμένων ἢ διαι"ρεθεισῶν." ὡμοιώθη γὰρ ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· οὐ τῆς θεϊκῆς φύσεως τραπείσης ἢ συγκραθείσης τῇ ἀνθρωπίνῃ φύσει, ἐνωθείσης δὲ αὐτῇ οὐ κατὰ τροπὴν, οὐ κατὰ κράσιν, οὐ κατὰ μίξιν, οὐ κατὰ σύγχυσιν, οὐ κατ' ἀλλοίωσιν, οὐ κατὰ μεταβολὴν, οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ' ἕνωσιν ἄῤῥητον καὶ ἀνέκφραστον, καὶ ἀνεκδιήγητον, τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Ἰησοῦ Χριστῷ Υἱῷ ὄντι τοῦ Θεοῦ σωζομένων καὶ μήτε συγκεχυμένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν.