Ancient Greek · ~4 min
Page 549
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 549
Not analysed yet
ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ Δογματικῶν ζητημάτων προτεθέντων τῷ ἁγιωτάτῳ Κυρίλλῳ. Εἰ ὁ ἐπὶ πάντων Θεὸς χεῖρας, πόδας, ὀφθαλμοὺς, ὦτά τε καὶ πτέρυγας ἔχειν ὑπὸ τῆς θείας γραφῆς ὀνομαζόμενος, οὕτω παρ' ἡμῶν ὀφείλει νοεῖσθαι, οὐκ ἀνθρωποειδῶς ὡς ἐπὶ σώματος τῶν μελῶν λαμβανομένων· ἀσώματος γάρ· ἀλλὰ καθώς ἐστιν οὐσίας, οὕτω καὶ τὰ λεχθέντα τῆς οὐσίας ὄντα, μέλη θεῖα καὶ αὐτὰ κατὰ τὴν οὐσίαν ὑπάρχει. ΕΠΙΛΥΣΙΣ. ΟΙ φρενὸς ὄντες ἐν καλῷ, καὶ τοῖς περὶ τῆς ἀῤῥήτου θεότητος λόγοις ἰσχνὸν ἐνιέντες τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν, ὁρῶσιν αὐτὴν παντὸς μὲν ὑπάρχουσαν ἐπέκεινα γενητοῦ, ὑπερανίσχουσαν δὲ καὶ παντὸς ὀξύτητα νοῦ καὶ φαντασίας σωματικῆς πέρα τε οὖσαν παντελῶς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος "φῶς οἰκοῦσαν ἀπρόσιτον." εἰ δὲ ἀπρόσιτόν ἐστι τὸ περὶ αὐτὴν φῶς, πῶς ἂν αὐτὴν καταθρήσειέ τις; βλέπομεν γὰρ "ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώ"σκομεν ἐκ μέρους." ἐστι τοίνυν ἀσώματον παντελῶς τὸ θεῖον, ἄποσον τε καὶ ἀμέγεθες, καὶ οὐκ ἐν εἴδει περιγράπτῳ.