Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.104.1
Not analysed yet
σαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἀνάγκη δὴ πᾶσα ὡς οὐκ ἔσται τῆς βουλήσεως ὅμοιος, ἀλλὰ μᾶλλον τοῦ γεγεννηκότος. Δέδεικται γὰρ ὅτι τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει πρὸς τὰ ἐνούσιά τε καὶ ἐνυπόστατα ἡ ὁμοιότης ἡ κατὰ τοῦτο σώζεται, οὐ πρὸς τὰ ἑτερογενῆ, καὶ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὥσπερ ἡ σοφία τυχὸν ἐν τῷ σοφῷ, καὶ ἡ βούλησις ἐν τῷ βουλευομένῳ. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιος ὢν, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀνόμοιός ἐστι τῷ γεγεννηκότι, ἀνάγκη πᾶσα τὴν βούλησιν οὐδὲν προσεοικέναι τῷ Θεῷ καὶ Πατρὶ λέγειν, ἧς χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀνόμοιός ἐστι, καθ' ὑμᾶς, τῷ Πατρί. Ἔσται οὖν καὶ τῇ βουλήσει τῇ ἑαυτοῦ ἀνόμοιος ὁ Πατήρ. Τοῦτο γὰρ ἐκ τοῦ λόγου συνάγεται τὸ ἀσέβημα. Καὶ εἰ ἐνυπόστατόν τι τὴν βούλησιν εἶναί φατε, ἔστι τι πάντως ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ τὸ ἀνόμοιον αὐτοῦ. Καὶ τοῦτο γὰρ ὁ λόγος προσομολογεῖν ὑμᾶς ἀναγκάσει. Ἀλλ' ἐνθάδε ζητητέον τῆς ἀνομοιότητος τὸν τρόπον, ἣν ἡ βούλησις ἔχει πρὸς τὸν Πατέρα. Εἰ μὲν γὰρ ὡς ἐλάττων αὐτοῦ κατά τι τυγχάνουσα, τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸν οὐκ ἔχει, τὸ προεληλυθὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, χεῖρον αὐτοῦ καὶ ἔλαττον· οὐ γὰρ ἔξωθεν, οὐδὲ ἐπείσακτον ἡ βούλησις, ἀλλ' ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. Τὸ δὲ χείρονα τίκτειν, οὐδὲ τοῖς γενητὴν ἔχουσι τὴν φύσιν οἶδε συμβαίνειν. Οὐδὲ γὰρ ἄνθρωπος ἕτερόν τι γεννήσει παρ' ὅπερ ἐστὶν αὐτός· ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἀλόγων ζώων. Εἰ δὲ, ὅπερ οὐ θεμιτὸν λέγειν, ἐπὶ τὸ μεῖζον ἔχειν τι δραμοῦσα τοῦ Πατρὸς ἡ βούλησις αὐτοῦ τὴν πρὸς αὐτὸν ἀνομοιότητα κατὰ τοῦτο φορεῖ, ὡς πρὸς ἐλάττονα ἢ κατά τι χείρονα, πῶς οὐκ ἀσεβὲς μεῖζόν τι καὶ κρεῖττον τοῦ Πατρὸς εἶναι λέγειν; Εἰ δὲ μήτε τοῦτο δώσετε, μήτε ἐκεῖνο, ἀνυπόστατόν τε τὴν βούλησιν εἶναι ὁμολογήσετε καὶ οὕτω νοουμένην ὥσπερ ἐφ' ἡμῶν, πῶς κἀνταῦθα θήσετε ἀνόμοιον εἶναι τὴν βούλησιν τῷ Πατρί; Ἔσται γὰρ, ἂν οὕτως ἔχῃ, τὰ ἑαυτῷ μὴ πρέποντα βουληθείς· ὅπερ ἐστὶ καὶ μόνον ἐννοεῖν ἀτοπώτατον. ΑΛΛΟ. Ὁ λόγος ἀναγκάσει καὶ ἄκοντας ὑμᾶς δοῦναι τῷ Υἱῷ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Ἐδείχθη γὰρ λίαν ἀτοπώτατον ὂν τὸ πιστεύειν, τὰ μὴ αὐτῷ πρέποντα βεβουλῆσθαι Θεὸν, ὡς ἀνάγκην εἶναι πᾶσαν ἐοικυῖαν αὐτῷ τὴν βούλησιν αὐτοῦ λέγειν. Εἰ τοίνυν ἡ μὲν βούλησις ἔοικε τῷ Πατρὶ, ὁ δὲ Υἱὸς τῇ βουλήσει, ἔσται πάντως ὁ τρίτος τῷ πρώτῳ προσεοικώς. Ἡ γὰρ ἐν τῷ μέσῳ κειμένη βούλησις, τὴν τοῦ τεκόντος αὐτὸν φυσικὴν ἐμφέρειαν ἀναμαξαμένη, δέδωκεν αὐτὴν τῷ Υἱῷ, καθ' ὑμᾶς· οὕτω μὲν οὖν τῷ Πατρὶ προσεοικὼς, καὶ μὴ βουλομένων ὑμῶν, ὁ Υἱὸς εὑρεθήσεται. Ἐπειδὴ δὲ οὐδέν ἐστι τὸ μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀργήσει μὲν πάντως ὁ περὶ τῆς βουλήσεως λόγος, καὶ οὐδενὸς ἔτι μεσολαβοῦντος προσεχῶς ὁ Υἱὸς ἔσται κατὰ φύσιν ὅμοιος τῷ Πατρί. ΑΛΛΟ. Γέγραπται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.