Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.105
Not analysed yet
Εἰ τοίνυν ἡ βούλησις τοῦ Πατρὸς χαρακτηρίζει τήν τε δύναμιν καὶ σοφίαν αὐτοῦ, τουτέστι τὸν Υἱὸν, ἀνάγκη πᾶσα μὴ ἀνομοίαν αὐτὴν εἶναι λέγειν τῷ Πατρὶ, ἵνα μὴ φαίνηται δύναμιν καὶ σοφίαν ἔχων ὁ Πατὴρ οὐχ ὁμοίαν ἑαυτῷ. Εἰ δὲ τοῦτο, λοιπὸν ἐννοείτωσαν οἱ χριστομάχοι τῆς ἑαυτῶν ἀβουλίας τὸ μέγεθος. Παραιτούμενοι γὰρ ἕνα ὄντα τὸν Υἱὸν, ὅμοιον εἶναι λέγειν τῷ Πατρὶ, δύο δεδώκασιν, εἴπερ εἶναί τι τὴν βούλησιν ἐροῦσιν ἐνυπόστατον. Εἰ δὲ ἀνυπόστατός ἐστιν, οὐκ ἔσται χαρακτὴρ τοῦ ὑφεστῶτος τὸ μὴ ὑφεστηκὸς, κατ' αὐτὸ δὴ τοῦτο τὸ μὴ ὑφεστηκέναι. ΑΛΛΟ Τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα καὶ ταῖς αὐταῖς δυνάμεσι φυσικαῖς ἀποκεχρημένα, τῆς αὐτῆς εἶναι πάντως οὐσίας ἀναγκαῖον. Οὐδὲν γὰρ τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτερούσιον τὰς αὐτὰς ἀπαραλλάκτως φορέσει δυνάμεις τε καὶ ἐνεργείας· κεχρήσεται δὲ μόνοις τοῖς ἴσοις ἰδιώμασι τὰ μίαν λάχοντα τὴν φύσιν· οἷς δὲ ἡ ἐν τῇ οὐσίᾳ κοινότης μία, τούτοις ἀκολουθήσει καὶ τὸ ἀλλήλοις κατὰ πάντα προσεοικέναι. Εἰ τοίνυν μία μὲν ἐνέργεια Πατρὸς καὶ Υἱοῦ, ἡ αὐτὴ δὲ δύναμις ἐν πᾶσιν ὁρᾶται, οὐχ ἑτερούσιος ὡς πρὸς ἑαυτὴν ἡ δυάς. Εἰ δὲ τοῦτο, φορέσει πάντως καὶ τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὁμοούσιος, καὶ οὐκ ἔσται τῆς βουλήσεως εἰκών. ΑΛΛΟ. Εἰ ὅσα βουλεύεται ὁ Θεὸς καὶ Πατὴρ, ταῦτα βουλεύεται καὶ ὁ Υἱὸς (οὐδεμία γὰρ στάσις ἢ διχόνοια χωρήσει ποτὲ ἐν τῇ μιᾷ καὶ ἀχράντῳ Τριάδι), ποῖον ἕξει τόπον ἐνυπόστατος βούλησις, τρίτον ἀποφαίνουσα τὸν Υἱὸν τὸν προσεχῆ τῷ Πατρὶ, καθὸ καὶ Υἱὸς οὐδὲν ἔχων μεσολαβοῦν τὴν γέννησιν αὐτοῦ; Διὸ καὶ αὐτός ἐστιν ἡ ζῶσα καὶ ἐνούσιος ἡ βούλησις τοῦ γεγεννηκότος. ΑΛΛΟ. Τῆς βουλήσεως τοῦ Πατρὸς χαρακτῆρα καὶ ὁμοίωσιν εἶναι τὸν Υἱὸν καταψεύδονται, ἀλλ' οὐκ αὐτοῦ τοῦ Πατρός. Διὸ δὴ πάλιν ἐρωτητέον τοὺς χριστομάχους, Εἰ ὅμοιός ἐστιν ὁ Πατὴρ τῆς ἑαυτοῦ βουλήσεως, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀνόμοιος, ἀνομοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει· καὶ σιωπῶ πρὸς τοῦτο τὸ δύσφημον· εἰ δὲ ὁμοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει, ἧς, ὥς φατε, χαρακτήρ ἐστι καὶ εἰκὼν ὁ Υἱὸς, ἔοικεν ἄρα κατὰ τοῦτο τῷ Πατρί. Πῶς οὖν ἀνόμοιος ἔσται κατὰ τὴν οὐσίαν αὐτῷ, ὁ διὰ τὸ τῇ βουλήσει προσεοικέναι χαρακτὴρ ὢν αὐτοῦ; Συγκείσεται γὰρ, ἂν οὕτως ἔχῃ, καθ' ὑμᾶς, ἐξ ὁμοίου καὶ ἐξ ἀνομοίου ὁ Υἱὸς, κατά τι μὲν ἐοικὼς τῷ Πατρὶ, κατά τι δὲ ἀλλοτριούμενος τῆς πρὸς αὐτὸν ὁμοιότητος. Εἶτα, ποῖος συγχωρήσει λόγος τὸ ἓν κατ' οὐσίαν ὑπάρχον καὶ ἐν ἀριθμῷ, οἷον Παῦλον τυχὸν ἢ Πέτρον, δύο φέρειν ἐν ταυτῷ κατὰ φύσιν τὰ ἐναντία; Οὐ γὰρ δυνήσεταί τις εἰπεῖν· Λογικός τέ εἰμι καὶ ἄλογος· οὐδ' αὖ τὸ πῦρ ἐρεῖ τις θερμὸν εἶναί τε καὶ ψυχρόν· δεῖ γὰρ, ἑνὸς ἐνυπάρ-