Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.108
Not analysed yet
χοντος, ἀναῤῥεῖσθαι τῶν σημαινομένων τὸ ἕτερον. Οὐκοῦν ἀμήχανον ἐν Υἱῷ καὶ τὸ ὅμοιον εἶναι καὶ τὸ ἀνόμοιον. Ἐπιμαρτυρούσης δὲ τῆς θείας αὐτῷ Γραφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα, καὶ αὐτοῦ δὲ φάσκοντος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὸ ἀνόμοιον οὐ παραδεξόμεθα, ποδηγούμενοι διὰ τούτων ἐπὶ τὸ ἀληθέστερόν τε καὶ πρεπωδέστερον. Ἐπειδὴ δὲ πάλιν οὐκ εἶπεν· Ὁ ἑωρακὼς ἐμὲ, τὴν βούλησιν ἑώρακε τοῦ Πατρός μου, οὐ τῆς βουλήσεως εἰκόνα τὸν Υἱὸν ὁμολογήσομεν, ἀλλ' αὐτοῦ τοῦ Πατρὸς ὡς Υἱόν. ΑΛΛΟ. Τὰ τῆς πρὸς ἄλληλα συναφείας ἢ φυσικῆς ἐμφερείας ἀναχωρήσαντα, καὶ κατὰ τὸν τῆς οὐσιώδους ποιότητος λόγον ἀπεσχοινισμένα, διίσταται ἢ τόπῳ τεμνόμενα, ἢ μόναις ταῖς ἐπινοίαις. Τόπῳ μὲν οὖν τῆς πρὸς ἄλληλα συναφείας διίσταται τὰ σωματικὴν ἔχοντα σύστασιν, διίσταται δὲ καὶ λόγῳ τινὰ τῶν κατὰ τὴν οὐσιώδη διαφορὰν, ὡς ἄνθρωπος ἵππου. Τὰ δὲ ὅσα τὴν δήλωσιν καὶ τὸ ἐξ αὐτῶν ἀποτελούμενον ἀνόμοιον ἔχει, λόγῳ ψιλῷ καὶ ἐπινοίᾳ μεριζόμενα φαίνεται, οἷον ὑγίεια καὶ νόσος. Ἐν δὲ τούτοις ὅσα λόγῳ μόνῳ καὶ τῷ ἐξ αὐτῶν ἀποτελουμένῳ κατ' ἐναντιότητα διέστηκε, τὰ μὲν ἄμεσα καλοῦσιν οἱ τὰ τῆς φιλοσοφίας ἠσκημένοι μαθήματα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν, καθάπερ ἤδη προεῖπον, ὑγίεια καὶ νόσος· οὐδὲν γὰρ τούτων ἐστὶ μεταξύ. Εἰ γὰρ ἐπ' ἀνθρώπου τυχὸν φέροιτό τι τούτων, ἓν ἔσται πάντως ἐν αὐτῷ. Ἢ γὰρ ὑγιαίνει, ἢ νοσεῖ, καὶ τὸ μέσον τοῦ νοσεῖν ἢ μὴ νοσεῖν, οὐδέν. Ἔμμεσον δὲ τὴν δικαιοσύνην εἶναί φασι καὶ τὴν ἀδικίαν. Ἐπειδήπερ οὐ πᾶς ἄνθρωπος ἢ ὁλοκλήρως δίκαιος, ἢ ἄδικός ἐστι. Δυνατὸν γὰρ μέσον ὥσπερ τινὰ τόπον εὑρέσθαι ἐκ μέρους δικαίου τινὸς ὄντος, καὶ οὐ παντελῶς ἀδίκου. Τούτων τοιγαροῦν κατὰ τόνδε τὸν τρόπον ἡμῖν διεσκεμμένων, καὶ τῆς ἀνομοιότητος ἐν τούτοις ἐξεταζομένης ἐπὶ παντὸς πράγματος, ἴδωμεν κατὰ ποῖον τῶν εἰρημένων λόγον ἀφέστηκε τῆς τοῦ Πατρὸς ὁμοιότητος ὁ Υἱός. Τόπῳ μὲν οὖν οὐκ ἄν τις αὐτὸν μερίζεσθαι λέγοι, ἐπεὶ μήτε σῶμά ἐστι· σωμάτων γὰρ ἴδιον τοπικαῖς μερίζεσθαι διαστάσεσι· λείπεται τοίνυν τὸ, λόγῳ χωρίζεσθαι· λόγῳ δέ φημι τῷ κατὰ τὴν φύσιν. Ἀλλ' εἴπερ φύσει Θεὸς ὁ Πατὴρ, καὶ φύσει Θεὸς ὁ Υἱὸς, ποῖος αὐτὸν ἀποτέμνει λόγος; Τίς δὲ οὐ συγχωρήσει τὴν πρὸς ἄλληλα φορεῖν ὁμοιότητα τῆς αὐτοῦ οὐσίας ὑπάρχοντα; Ἔτι τε πρὸς τούτῳ, οὐδὲ ὡς ἐναντίον ἕξει τι πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, ὡς τὰ ἄμεσα καλούμενα. Οὐ γὰρ ὡς ὑγίεια καὶ νόσος ἀλλήλοις ἀντίκεινται· οὐδὲ ὥσπερ ἕν τι πάντων τῶν εἰρημένων ἐν ἀνθρώποις σώζεσθαι ὁ τῶν πραγμάτων ἀναγκάσει λόγος, οὕτω καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ. Ἐνοικεῖ γάρ τισιν ὁ Πατὴρ, ἐνοικεῖ δὲ καὶ ὁ Υἱός. Καὶ οὐ καθάπερ ἐκεῖνα εἰς ταυτὸν ἀσύμβατά τε καὶ ἀσυνύπαρκτά ἐστιν, οὕτω καὶ ὁ Υἱὸς καὶ ὁ Πατήρ· «Ἰδοὺ γὰρ, φησὶν ὁ Χριστὸς, εἰσελευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Ἀλλ' οὐδὲ οὕτως ἔμμεσον ἔσται πρᾶγμα