Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.112
Not analysed yet
ἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά. Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖσθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ' ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος. ΑΛΛΟ. Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, καθ' ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσικῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέγωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ τὸ εἶναι ἔχων, ἀνόμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ. Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέννησιν; Πρὸς τοῦτο λύσις. Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμαθῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον. Ἐρεῖς οὖν ὅτι τὸ ἀγέννητον τῷ ἀγεννήτῳ πάντως ὁμοούσιον, τὸ δὲ ἀγέννητον τῷ γεννητῷ οὐχ ὅμοιον. Οὐκοῦν ἐπειδήπερ οὐκ ἐγεννήθη μὲν ὁ Ἀδὰμ, ἐγεννήθη δὲ Ἄβελ ἐκ γυναικὸς, οὐκ ἔσται τῷ Ἀδὰμ ὁμοούσιος. Εἰ δὲ ἐγεννήθη μὲν, ἔχει δὲ τῆς φύσεως τὴν ταυτότητα πρὸς τὸν Ἀδὰμ, καίτοι μὴ γεγεννημένον, τί κωλύει καὶ τὸν Υἱὸν ἐξ ἀγεννήτου Πατρὸς ὄντα γεννητὸν εἶναι καὶ ὁμοούσιον; ΑΛΛΟ, διηγηματικῶς. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς καὶ οἱ χριστομάχοι συνθήσονται· καὶ οὐκ ἄν τις, οἶμαι, πρὸς τοσαύτην ἐλάσαι κακίαν, ὡς τολμῆσαι καθάπερ καὶ τὰ ποιήματα καὶ αὐτὸν ἔξω κεῖσθαι τῆς θείας οὐσίας κατὰ τὸν τῆς φύσεως λόγον. Εἰ τοίνυν ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, διατί μὴ ὁμοούσιος; Λεγέτωσαν ἡμῖν οἱ τοῦ Θεοῦ Λόγου κατήγοροι. Ἀδυνατήσας ἆρα τοιοῦτον αὐτὸν γεννᾷ, ἢ μὴ θελήσας; Εἰ μὲν οὖν ἀδυνατήσας λέγουσιν, αἰσχυνέσθωσαν τὴν τοῦ Πατρὸς οὐσίαν ὑβρίζοντες, δι' ὧν αὐτῇ προσάπτειν