Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.113
Not analysed yet
τὸ μὴ δύνασθαι τετολμήκασιν. Εἰ δ' ἐπὶ θάτερον μεταστήσονται, καὶ μὴ ἐθελῆσαι φήσουσιν ὁμοούσιον αὐτῷ γεννῆσαι τὸν Υἱὸν, ἑτέρως ὑβρίζουσι πρᾶγμα χαλεπὸν καὶ τὸ πάντων αἴσχιστον περιτιθέντες αὐτῷ, τὸν ἐπὶ τοῖς ἀμείνοσιν ὄκνον. Εἰ γὰρ κρεῖττον ἦν τὸ ὁμοούσιον τοῦ μὴ τοιούτου, πῶς οὐκ ἔσται δυσφημίας ἁπάσης ἐπέκεινα τὸ λέγειν ὀκνῆσαι περὶ τὰ κρείττονα καὶ πρεπωδέστερα τὴν θείαν οὐσίαν, καὶ μὴ μᾶλλον ἐθελῆσαι τὸ κάλλιον ἢ τὸ μὴ οὕτως ἔχον; Ἀλλὰ πάντα δύναται ποιεῖν ὁ Πατὴρ, καὶ θέλει μᾶλλον τὸ κρεῖττον· οὐδὲν οὖν ἐστι τὸ κωλύον ὁμοούσιον εἶναι τὸν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὸ ἐξ αἰτίου τινὸς ὂν, ἢ γεγεννημένον, φησὶν, ἀνάγκη δεύτερον εἶναι τούτου, ὃ δὴ καὶ γέγονεν αὐτῷ τοῦ εἶναι αἴτιον. Οὐκοῦν δεύτερος ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς αἴτιον αὐτὸν ἔχων· καὶ διὰ τοῦτο οὐχ ὁμοούσιος. Ἢ ἀφιλονεικότερον ἐνστήσεταί τις ὁμοούσιον αὐτὸν εἶναι λέγων, ἡ μία θεότης, ἄρα, τομήν τινα χωρήσασα, γέγονεν εἰς δυάδα· οὐ γὰρ ἑτέρως ὁμοούσιος εἶναι δύναται. Ἀνάγκη οὖν λέγειν οὐχ ὁμοούσιον εἶναι τὸν Υἱόν. Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν μεθύων ὁ χριστομάχος, καὶ μάτην καταφλυαρῶν τῆς θείας οὐσίας. Τὸ μὲν γὰρ τέμνεσθαι καὶ διάστασίν τινα μεταξὺ τὴν πρὸς ἄλληλα δύνασθαι λαβεῖν, σωμάτων ἴδιον. Ἡ δὲ θεία τοῦ Πατρὸς οὐσία, ἀσώματος οὖσα, τομῆς τε καὶ διαιρέσεως ἀνεπίδεκτός ἐστιν· οὔτε δὲ ἐν τόπῳ μένουσα, οὔτε ὑπό τινος οὖσα χωρητὴ, ἀλλ' ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ καταστάσει κειμένη, τὸν Υἱὸν ἐξ ἑαυτῆς ἀδιαστάτως ἐξέλαμψεν· οὐκ ἂν ἑτέρως ἔχειν τὸ εἶναι τελεία δυναμένη, εἰ μὴ ἐγέννησε τὸν Υἱὸν, καὶ ἀνεδείχθη καρπογόνος· καὶ πάλιν οὐκ ἂν ἑτέρως ἐσομένη δημιουργὸς, εἰ μὴ τέτοκεν ἐξ ἑαυτῆς ἀμερίστως τὸν Υἱὸν, δι' οὗ τὰ πάντα ἐργάζεται. Ἔστιν οὖν ὁ Υἱὸς γεννηθεὶς ἐκ Πατρὸς, οὐ κατά τινα τομὴν, ἢ ἀπόῤῥοιαν, καθάπερ ὑμεῖς φαντάζεσθε· ἀλλ' ὥσπερ ἐκ πυρὸς θερμότης, ἀμερίστως ἐκ τῆς τοῦ τεκόντος προελθὼν οὐσίας. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ ὁμοούσιός ἐστι, φησὶν, ὁ Υἱὸς τῷ Πατρὶ, τί μὴ καὶ αὐτός ἐστιν ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ; Λέγει γάρ που πρός τινα ὁ Χριστός· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἕνα δὲ εἰπὼν, ἑαυτὸν ἔξω τέθεικεν, ὡς ἀγαθὸν μὲν ὄντα καὶ αὐτὸν, οὐχ οὕτω δὲ ὥσπερ ἂν εἴη καὶ ὁ Πατήρ. Πρὸς ταῦτα λύσις. Κύριον ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, δώσεις ἄρα καὶ αὐτὸν εἶναι Κύριον, καὶ τοῦτο κατὰ ἀλήθειαν, ἢ πρὸς τοῖς ἄλλοις ἀρνήσῃ καὶ τόδε. Εἰ μὲν γὰρ οὐκ εἶναι Κύριον ἐρεῖς, τἀναντία φρονεῖς ταῖς θείαις Γραφαῖς καὶ τῷ ταῦτα λαλήσαντι Πνεύματι.