Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.117
Not analysed yet
ΑΛΛΟ. Ὅσα τῆς πρὸς ἄλληλα φυσικῆς κοινωνίας τε καὶ ταυτότητος ἀπεσχοίνισται, ταῦτα δὴ πάντως καὶ ξενισμός τις ἰδιοτήτων τῆς πρὸς ἄλληλα σχέσεως φυσικῆς ἀποτέμνει. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἔστω καὶ ἵππος τὰ σημαινόμενα. Ἀνθρώπῳ μὲν γὰρ ὡς πρὸς τὸν ἵππον ξένα τὰ ἴδια, ἵππῳ δὲ πάλιν ὡς πρὸς ἄνθρωπον, οὐ ταυτὰ τὰ ἰδίως προσόντα. Εἰ τοίνυν φυσική τις διάστασις εἴργει τὸν Υἱὸν, καὶ ἀλλότριον τῆς τοῦ Πατρὸς οὐσίας ὄντα δεικνύει, πῶς τὰ τοῦ Πατρὸς ἴδια φαίνεται φορῶν; πῶς δὲ ὁ Πατὴρ, εἴπερ ἐστὶν ἀλλότριος κατὰ φύσιν τοῦ Υἱοῦ, τὰ αὐτοῦ ἴδια φορεῖ; Ἀληθεύει γὰρ λέγων ὁ Σωτὴρ ὡς πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι· καὶ πάντα τὰ σὰ ἐμά ἐστιν.» Εἰ τοίνυν πάντα, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ἄκρως ἀγαθὸν, ἕξει τοῦτο καὶ ὁ Υἱὸς ἰδίωμα φύσεως ὑπάρχον πατρικῆς ὡς ἐξ αὐτοῦ προελθών. Ὁ δὲ τῆς πατρικῆς οὐσίας ἔχων τὰ ἴδια, εἴη πάντως ἂν καὶ ὁμοούσιος. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Ὅτε τὴν τοῦ ἀνθρώπου μορφὴν ὁ τοῦ Θεοῦ Λόγος περιεβάλετο, καὶ διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν ὑπάρχων ἐν μορφῇ Θεοῦ, καθὰ γέγραπται, τεταπείνωκεν ἑαυτὸν, τότε δὴ καὶ ὡς ἄνθρωπος ἔσθ' ὄτε διαλέγεται, οὐδὲν ἀδικούμενος εἰς τὴν δόξαν τὴν θεοπρεπῆ διὰ τούτου. Εἰ γὰρ ὄντως ἄνθρωπος γέγονε, καὶ οὐ διὰ τοῦτο ἀπέστη τοῦ εἶναι Θεὸς, κἂν ὡς ἄνθρωπος γεγονὼς λέγῃ τὰ ἀνθρώπῳ πρέποντα, οὐ διὰ τοῦτο τὸ θεοπρεπὲς ἀξίωμα ζημιωθήσεται· ἀλλ' ἔσται πάλιν ὁ αὐτὸς, φερομένης ἐπὶ τὴν οἰκονομίαν τῆς ἐν λόγοις ταπεινότητος. Ὅτι δὲ οἰκονομικῶς ὡς ἄνθρωπος τὰ τοιαῦτά φησι, καλῶς ὅπερ ἀνείληφε σχῆμα λόγῳ τε καὶ ἔργῳ φυλάττων, ἐντεῦθεν εἰσόμεθα. Λέγει γάρ που πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὸ Ἰουδαϊκὸν ὑποκρινόμενος πρόσωπον· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν.» Καίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων, ἔστι. «Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ.» Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τινὸς τῆς κατ' αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύεταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ' ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θεία