Ancient Greek · ~12 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.116.1
Not analysed yet
Συντεθειμένος δὲ καὶ φάσκων αὐτὸν εἶναι Κύριον, ἀσεβῶς ἐλεγχθήσῃ καὶ Κύριον λέγων καὶ προσκυνῶν ὃν οὐ φὴς ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ, καὶ κτίσματι μᾶλλον ἢ Θεῷ κατὰ φύσιν λατρεύεις. Τὸ γὰρ ἑτέρας ὑπάρχον οὐσίας παρὰ τὸν ὄντα Θεὸν, οὐκ ἂν εἴη φύσει Θεός. Καὶ τούτου μάρτυς ἡ θεία λέγουσα Γραφή· «Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι·» μία γὰρ θεότητος φύσις. Καὶ ὅτι ταύτῃ μόνῃ δεῖ προσκυνεῖν, ἀκούσῃ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ τοίνυν διὰ τὸ μόνον ἀγαθὸν λέγεσθαι τὸν Θεὸν καὶ Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι ἀγαθὸς ὁ Υἱὸς οὔτως ὡς ὁ Πατὴρ, καὶ διὰ τὸ ἕνα λέγεσθαι Κύριον καὶ Θεὸν τὸν Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι Κύριος καὶ Θεὸς ὁ Υἱὸς, κατὰ τὴν τοῦ νοήματος ἀκολουθίαν· πῶς οὖν προσκυνεῖς τῷ μήτε Κυρίῳ μήτε Θεῷ; Εἰ δὲ Κυρίου καὶ Θεοῦ τοῦ Πατρὸς ὄντος, συνεπάγεται καὶ ὁ Υἱὸς τὴν ἐκεῖθεν ἰδιότητα ἔχων ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, καὶ ἔστι μετὰ Πατρὸς Κύριος καὶ Θεὸς, ἕξει πάντως καὶ τὸ εἶναι ἀγαθὸς ὡς ὁ Πατὴρ, τῆς πατρικῆς ἰδιότητος κἀν τούτῳ πάλιν ὑπαρχούσης ἐν αὐτῷ, καθάπερ καὶ ἐν ἐκείνῳ. ΑΛΛΟ. Πολλὰ περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγουσιν αἱ θεῖαι Γραφαὶ, καὶ οὐ τὸ τῶν ὀνομάτων διάφορον διαστέλλει πάντως αὐτοῖς καὶ τῆς οὐσίας τὸν λόγον, ὡς ἀνομοιότητά τινα διὰ τούτων χωρῆσαι μεταξύ. Ἔστι γὰρ μία θεότης Πατρὸς καὶ Υἱοῦ, κἂν ἑκάτερος τῇ τῶν ὀνομάτων ποικιλίᾳ διαφόρως σημαίνηται, οὐχ ὡς ἴδιον ἔχων τι καὶ καθ' ἑαυτὸν, ὃ μὴ τῷ ἑτέρῳ πρόσεστιν, ἀλλ' ὡς ἐπ' ἀμφοῖν χωρεῖν δυναμένου παντὸς ὅπερ ἂν ἐφ' ἑνὸς λέγοιτο, δίχα μόνης τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσηγορίας τε καὶ πράγματος. Ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ Υἱὸς οὐκ ἂν γένοιτό ποτε· καὶ ἔστιν ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ Πατὴρ οὐκ ἂν εἴη ποτέ. Εἰ δέ τις βούλοιτο φάσκειν μὴ δύνασθαι χωρεῖν ἐπ' ἀμφοῖν ὅπερ ἂν ἐφ' ἑνὸς φέροιτο πρόσρημα, μεγάλῳ περιπεσεῖται κακῷ. Τί γὰρ ἂν ποιήσοι, λέγοντος τοῦ Παύλου· «Εἷς ὁ Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα.» Ἰδοὺ γὰρ τῷ Πατρὶ τὸ εἶναι Θεὸν καὶ ἕνα δέδωκε· τῷ δὲ Υἱῷ τὸ εἶναι Κύριον καὶ ἕνα. Ἆρ' οὖν διὰ τοῦτο Θεὸς μὲν οὐκ ἔσται ὁ Υἱὸς, ἐπειδὴ Θεὸς καὶ εἷς ὁ Πατὴρ κατωνόμασται; Κύριος δὲ οὐκ ἔσται ὁ Πατὴρ, ἐπειδὴ Κύριος καὶ εἷς ὁ Υἱὸς ἐκλήθη; Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Θεοῦ γὰρ ὄντος τοῦ Πατρὸς, Θεός ἐστι καὶ ὁ Υἱός· καὶ Κυρίου πάλιν ὄντος τοῦ Υἱοῦ, Κύριός ἐστιν ὁ Πατήρ. Ἀλλ' εἴπερ ἦν τις οὐσίας διαφορὰ τὴν δυάδα διατειχίζουσα, καὶ οὐκ ἐῶσα μίσγεσθαι φυσικῶς εἰς ταυτότητα, οὐκ ἂν, οἶμαι, κυρίως τὸ τοῦ ἑτέρου πρόσρημα τῷ ἑτέρῳ προσῆν. Ἐπειδὴ δὲ πάντα τὰ τοῦ Πατρὸς ἐν Υἱῷ φαίνεται, καὶ τὰ τοῦ Υἱοῦ πάλιν ἐν Πατρὶ, ὡς οὐδενὸς ἔτι τὸν τῆς ταυτότητος διείργοντος λόγον, ἔσται καὶ αὐτὸς ἀγαθὸς, ὡς ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὁμοούσιος.