Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.12
Not analysed yet
οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.» Οὐκ ὀκνητέον δ' οὖν ὅμως πρὸς τὴν ἐγχείρησιν· ἀλλ' ἐπ' αὐτῷ τὴν ἐλπίδα τιθέμενοι τῷ Χριστῷ, καὶ τῶν ὑπὲρ δύναμιν ἁψόμεθα πόνων, ὅτι συμπαρέσται καὶ χειραγωγήσει ταῖς τοῦ πνεύματος δᾳδουχίαις ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν ἀνενδοιάστως πιστεύοντες. Σκοπὸς γὰρ εἰπεῖν ὅτι Κύριος Ἰησοῦς. Ἐροῦμεν δὲ πάντως ὅτι ἐν ἁγίῳ Πνεύματι· οὕτω γὰρ ὁ Παῦλός φησιν· «Οὐδεὶς δύναται εἰπεῖν ὅτι Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Ἐπειδὴ γάρ τινες ἐν Βεελζεβοὺλ οὐκ αἰσχύνονται λέγειν ἀνάθεμα Ἰησοῦν, τὰς μὲν θείας, πρὸς ὅπερ ἂν αὐτοῖς δόξειε, παρατρέποντες Γραφὰς, τῶν δὲ τοῦ Πνεύματος λογίων, τὸ ἐξ οἰκείων θελημάτων προτάττοντες κίνημα, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, καθὰ γέγραπται· ἀναγκαῖον ὁμοῦ χρήσιμόν τε καὶ πρέπον ἐλογισάμεθα κατὰ τὴν σὴν ὑπόμνησίν τε καὶ προτροπὴν, ἀδελφὲ, τοῖς τῆς Ἐκκλησίας τέκνοις, τῆς εἰς τὸ μέλλον ὠφελείας ὑπόθεσιν ἐξυφῆναι τὸν λόγον· καὶ εἰς ἕκαστα τῶν παρ' ἐκείνοις ζητουμένων τε καὶ κεκινημένων κεφαλαιωδῶς ἐξειπεῖν, ἅπερ οἶμαι πρὸς λυσιτελείας ἔσεσθαι τοῖς ἐντευξομένοις οὐ μικρᾶς. Πολυσχιδὴς μὲν γὰρ καὶ πολυπρόσωπος, ἵν' οὕτως εἴπωμεν, ἡ τῶν Ἀρείου καὶ Εὐνομίου δογμάτων ἐστὶ πλάνη, καὶ ποικίλως τὸ τῆς ἀληθείας πλάττεται σχῆμα. Ὥσπερ γὰρ τὰ ἐν τοῖς γυναίοις ἑταιριζόμενα, τὸ ἐκ τοῦ πράγματος αἶσχος ταῖς ἐξ ἐπινοίας ἀφανίζειν οἰόμενα τέχναις, ὡραΐζεταί τε καὶ χρισιάζεται, καὶ ταῖς ἄλλαις τοῦ κόσμου προσθήκαις εὐπρεπεστάτην τοῖς ὁρῶσιν ἐπιδεικνύει τὴν ἀπώλειαν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὰς ὀλεθρίους τῶν ἑτεροδοξούντων φωνὰς τὸ τῆς εὐσεβείας σχηματίζεσθαι κάλλος, καὶ τοῖς τῆς ἀληθείας πειρᾶσθαι περιανθίζεσθαι λόγοις· οὐδαμοῦ μὲν ὠδῖνον τὴν ἀλήθειαν, ἔσωθεν δὲ κεκρυμμένην ἔχον τὴν ἀπὸ τοῦ ψεύδους θεοστυγεστάτην ἀσέβειαν. Ἀλλ' οἱ νήψει τῇ κατ' ἐντρέχειαν λογικὴν τὸν οἰκεῖον ἀνατειχίζοντες νοῦν, τοῖς μὲν παρ' ἐκείνων οὐχ ἁλίσκονται λόγοις, τῆς δὲ ὄντως ὑγιοῦς ἀπρὶξ ἐχόμενοι πίστεως, ἐφ' ἑαυτοῖς ἀναμέλπουσι λέγοντες· «Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Ἔδοξε τοίνυν ἡμῖν τὰ ἐκ φιλομαθείας συνενεγκεῖν εὑρήματα, καὶ συγκεχυμένον μὲν οὐδαμῶς συνθεῖναι τὸν λόγον, εὐκρινεστέραν δὲ μᾶλλον εἰς ἕκαστον τῶν κεφαλαίων τὴν βάσανον ἔχοντα διεξαγαγεῖν· οὕτω γὰρ ἂν εὐσύνοπτός τε καὶ εἰλικρινεστέρα τοῖς φιλακροάμοσιν ἡ τῶν ἐγκειμένων γένοιτο γνῶσις. Θησαυρὸς δὲ τῷ βιβλίῳ ὄνομα, πολλὴν ἔχοντι τῶν θείων θεωρημάτων τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν πληθύν· εἰ καὶ μέτριοί τινες ἐς λόγους ἡμεῖς, καὶ πρὸς τὸ δύνασθαί τι νοεῖν οὐ σφόδρα γοργοί. Ἀνακείσθω δὲ χάρις τῷ πάντα πᾶσι πλουσίως χορηγοῦντι Χριστῷ. Εἰδέναι δὲ χρὴ τοὺς ἐντευξομένους, ὅτι συντέθειται μὲν, κατὰ τὴν ὑποτεταγμένην προγραφὴν, τὰ ἐν τῷ βιβλίῳ κεφάλαια. Περιέχεται δὲ ἑκάστῳ πολλὰ πρὸς τὸν αὐτὸν συντείνοντα τῶν θεωρημάτων σκοπὸν, καὶ διὰ κύκλου καὶ περιδρομῆς