Ancient Greek · ~7 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.13
Not analysed yet
εἰς τὸν τοῦ περιέχοντος ἀναβαίνοντα νοῦν. Παραπέπηγε δὲ μόνοις τοῖς τῶν κεφαλαίων περιεκτικοῖς, τῶν ἀριθμῶν ἡ τάξις· τὰ δὲ παρεπόμενα τούτοις, στοιχηδὸν μὲν ἐντέτακται ταῖς ὑπογραφαῖς, ἀριθμοὺς δὲ οὐκ ἔχει, ὡς τῇ τῶν περιεκτικῶν διανοίᾳ χρεωστούμενα, καὶ εἰς τὸν ἐκείνων τρέχοντα σκοπόν. ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΩΔΕ ΤΩ ΒΙΒΛΙΩ. ΛΟΓΟΣ Αʹ. Περὶ ἀγενήτου καὶ γενητοῦ, ἐν ᾧ, ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. ΛΟΓ. Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ' οὐσίας σημαντικόν. ΛΟΓ. Γʹ. Ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν σημαντικόν. ΛΟΓ. Δʹ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι «Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός.» Ἐκλογαὶ συλλογισμῶν καὶ νοημάτων κατασκευαὶ σὺν μαρτυρίαις· τὸ δὲ συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης,» τὸν Υἱὸν σημαίνει. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ἀποδείξεις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ «ἦν,» καὶ τὸ «ὁ ὢν,» καὶ τὸ «ὑπάρχων,» καὶ τὸ «ἤμην,» καὶ τὸ «εἰμὶ,» καὶ τὸ «ἔστιν,» ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ «ποτὲ,» καὶ τὸ «πρὶν,» καὶ τὸ «πρὸ τοῦ,» καὶ τὸ «γέγονε·» καὶ ὅσα τούτοις ὅμοια. Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντιθέσεως, κατασκευή. Ἔτι περὶ ἀϊδιότητος συλλογισμὸς, μετά τινος ἐπαπορήσεως πεπλεγμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐκ ἔξωθεν ἐπιγεγονότα τὸν Υἱὸν ὑπολαμβάνειν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τῷ Πατρὶ συναΐδιον. Ἔτι, περὶ ἀϊδιότητος Υἱοῦ.