Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.125
Not analysed yet
Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν ὁ χριστομάχος κτίσμα μὲν, οὐχ Υἱὸν εἰσφέρων τὸν Κύριον, δοῦλον δὲ ἀντὶ Δεσπότου, καὶ λάτριν ἀντὶ Θεοῦ. Εἰ γὰρ κατὰ φύσιν οἴεται Θεὸν εἶναι τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἄλλοις οἰκονομίαν οὐχ ὁρᾷ, οὔτε ὁμοούσιος ἔσται, οὔτε Δεσπότης, οὔτε Θεός. Καλῶς γὰρ δὴ τῇδε διϊσχυρίζεται. Ἐκβαλέτω τοιγαροῦν φανερῶς καὶ τῆς θεότητος καὶ κυριότητος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασι συνταττέτω, ἵνα σαφὴς αὐτῶν ἡ δυσφημία γενομένη, πάντας ἀναπείσῃς λέγειν· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. Δέον γὰρ ἐξετάζειν τὴν κεκρυμμένην τοῦ Λόγου δύναμιν, δυσφημοῦσιν ἀφυλάκτως, οὐκέτι Θεὸν, ἀλλὰ ναὸν Θεοῦ, τὸν Υἱὸν εἰσφέροντες, ὥσπερ ἦν τῶν ἁγίων ἕκαστος, περὶ ὧν φησιν· «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.» Ἔσται τοιγαροῦν κατὰ τὴν ἐκείνων μανίαν εἷς καὶ αὐτὸς τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ θεῶν, πρὸς οὓς εἴρηκεν· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ Υἱοὶ ὑψίστου πάντες.» Ὧν ὅτι παντελῶς ἀφέστηκε, καὶ φύσεως ὑπεροχῇ μεμέρισται, διδάξει σαφῶς ἐν Εὐαγγελίῳ Χριστὸς, λέγων· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί·» κάτω λέγων τὴν βασιλευομένην καὶ ὑποκειμένην τὴν φύσιν· ἄνω δὲ πάλιν τὴν βασιλεύουσαν καὶ τοῖς πᾶσιν ἐποχουμένην θεότητα. Ἀληθῶς τοίνυν τοῦ Χριστοῦ λέγοντος ἄνωθεν εἶναι, οὗτος αὐτὸν ἐκ τῶν κάτω φησὶ, φανερῶς τοῦ Υἱοῦ τὴν οὐσίαν συκοφαντῶν. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ἔσται τῷ Πατρὶ ὁμοούσιος ὁ Υἱὸς, αἴτιον αὐτὸν τοῦ εἶναι ἔχων; Ὃ μὴ πρόσεστι τῷ Πατρί. Οὐ γὰρ ἐξ αἰτίου τινὸς, ὅπερ ἂν, ὡς οἶμαι, πᾶς τις οὖν ἀληθὲς εἶναι φήσειεν. Πρὸς τοῦτο λύσις. Πολλὴν ἄν τις εἰκότως ἀμαθίαν καταψηφίσαιτο τῶν τὰ τοιαῦτα τολμώντων λαλεῖν. Υἱὸν γὰρ λέγοντες. οὐχ ὁμοούσιον εἶναί φασιν, οὐκ αἰσθανόμενοι τάχα πρὸς ἣν ἐμβαίνουσιν ἄνοιαν. Εἰ γὰρ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν ἀληθῶς, ἔσται πάντως τῷ γεγεννηκότι κατὰ τὴν οὐσίαν ὁ αὐτός. Εἰ δὲ οὐκ ἔστιν Υἱὸς, καθ' ὑμᾶς, δείξατε γυμνὴν ἑαυτῶν τὴν βλασφημίαν, καὶ λέγετε ποίημα εἶναι, ἵνα μηδὲ ὁμοούσιος ᾖ. Καὶ τότε δειχθήσεσθε πάσαις μαχόμενοι ταῖς θείαις Γραφαῖς. Υἱὸν γὰρ λέγουσι τὸν Υἱὸν, καὶ οὐ ποίημα. ΑΛΛΟ Αἴτιον γεγενῆσθαι τοῦ εἶναι τῷ Υἱῷ τὸν Πατέρα φατὲ, κατὰ τίνα τρόπον, ὦ χριστομάχοι; Εἰ μὲν οὖν ὡς δημιουργόν τινα ποίημα φαντάζεσθε, καὶ οὐχ Υἱὸν, καὶ διαῤῥήδην μάχεσθε τῷ Πατρὶ λέγοντι περὶ τοῦ ἰδίου γεννήματος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε.» Εἰ δὲ Υἱὸν ὄντως ὁμολογεῖτε, καὶ οὕτως εἶναι πιστεύετε, ἀνάγκη πᾶσα μὴ ὡς δημιουρ-