Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.128
Not analysed yet
γὸν αἴτιον τοῦ εἶναι τῷ Υἱῷ γεγενῆσθαι λέγειν τὸν Πατέρα, ἀλλ' ὡς γεννήτορα φυσικῶς. Κωλύει δὲ οὐδὲν, μᾶλλον δὲ ἀνάγκη πᾶσα τὸ ἔκ τινος φυσικῶς προελθὸν, ὅμοιον εἶναι κατ' οὐσίαν αὐτοῦ, κἂν αἴτιον αὐτὸ τοῦ εἶναι ἔχοι. ΑΛΛΟ. Εἰ πᾶν ὅπερ ἂν ἐξ αἰτίου τινὸς γένηται, τοῦτο πάντως ἔσται πρὸς αὐτὸ καὶ ἀνομοιούσιον, πῶς ὁ Ἄβελ ἐξ αἰτίου γεννηθεὶς τοῦ Ἀδὰμ, ὅμοιος ἦν αὐτῷ κατ' οὐσίαν; Οὐκοῦν ἀνάγκη πᾶσαν ἁπλῶς γεννητικὴν φύσιν, ὅμοια πάντως αὐτῇ τὰ ἐξ αὐτῆς ἔχειν, κἂν τὸ τίκτον αἴτιον ᾖ φυσικῶς τῷ ἐξ αὐτοῦ τικτομένῳ. ΑΛΛΟ. Εἰ διὰ τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς οὐκ ἔσται τῷ Πατρὶ προσεοικὼς οὐδὲ ὁμοούσιος, ἐπειδήπερ ὁ μὲν Πατὴρ οὐκ ἐξ αἰτίου τινός ἐστιν, ὁ δὲ Υἱὸς αἴτιον αὐτὸν ἔχει, τί κωλύσει λέγειν ὅτι καὶ ὁ Κάϊν οὐκ ἂν εἴη τῷ πατρὶ ὁμοούσιος; Ἐπειδήπερ ὁ μὲν Ἀδὰμ ὑπ' οὐδενὸς ἐγεννήθη· πρῶτος γὰρ ἦν ἄνθρωπος. Ὁ δὲ Κάϊν αἴτιον ἔσχεν αὐτόν· ἐξ αὐτοῦ γὰρ γέγονεν. Εἰ δὲ ψεύσεται πάντως ὁ τοῦτο λέγων (ὁμοούσιος γὰρ τῷ Ἀδὰμ ὁ Κάϊν), ἔσται τῷ Πατρὶ πάντως ὁμοούσιος ὁ Υἱὸς, κἂν αἴτιον αὐτὸν ἔχῃ τοῦ εἶναι, ἐξ αὐτοῦ προελθὼν ἀχρόνως, καὶ ἀϊδίως ὢν σὺν αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Καὶ πῶς ἔσται, φησὶ, τὸ ἀγέννητον τῷ γεννητῷ ὁμοούσιον; Πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. Πρὸς τοῦτο λύσις. Οὐκ ἀνατρέψει τὸ σοφὸν τῶν χριστομάχων πρόβλημα τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπειδήπερ ὁ μὲν Πατὴρ ἀγέννητός ἐστιν, Υἱὸς δὲ γεννητός. Εἰ γὰρ τὸ κατά τι διαφέρειν, πάντως καὶ διάφορον ἐν τοῖς οὖσι τὴν φύσιν ἀπεργάζεται, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ φυσικῆς ὁμοιότητος ἀποτέμνει τὰ γένη· διοριζέτωσαν, φέρε εἰπεῖν, καὶ τὸν Παῦλον ἀπὸ τοῦ Πέτρου κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδήπερ τινὰ μερικὴν ἔχουσι καὶ ὡς ἐν ἀτόμῳ πρὸς ἀλλήλους τὴν διαφορὰν, καθ' ἢν ὁ μὲν ἔστι Πέτρος, ὁ δὲ Παῦλος. Ὁρῶμεν δὲ ὅτι πολλάκις καὶ τὰ καθ' ἕτερόν τινα τρόπον τῆς ἀλλήλων ὁμοιότητος πολὺ διεστηκότα, κοινωνεῖ κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁ μὲν γὰρ μέλας ἄνθρωπος τυχὸν ὡς πρὸς τὸν λευκὸν πολλὴν ἔχει τὴν διαφορὰν, ἀλλ' οὐ τοῦτο τὴν οὐσίαν αὐτοῖς διατέμνει. Εἰ τοίνυν καὶ ἐφ' ἡμῶν αὐτῶν ἡ κατά τι διαφορὰ τὸ εἶναι τῆς αὐτῆς οὐσίας οὐκ ἀνατρέπει, ἧς ἂν εἶεν κἀκεῖνοι πρὸς οὓς ἂν διακρινοίμεθα· τί κωλύει καὶ τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κατὰ τοῦτο διαφέροντα καθ' ὃ μὲν Πατὴρ ἀγέννητός ἐστιν, ὁ δὲ Υἱὸς γεννητός; Μία γὰρ ἐν αὐτοῖς ἡ θεότης, ἐκ Πατρὸς ἀγεννήτου τρέχουσα φυσικῶς ἐπὶ τὸ γέννημα.