Ancient Greek · ~12 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.148.1
Not analysed yet
ἐγκλήματι περιπίπτετε κατὰ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος τὸ ποσὸν τιθέντες, ὅταν λέγητε· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, οὐκ ἴσος ἄρα, οὐδὲ τοσοῦτος. Οὐδαμόθεν δ' ὑμῖν ὑγιαίνοντος τοῦ λόγου, ματαία πάντως ἐστὶ καὶ [κούφη] ἡ πρότασις. ΑΛΛΟ. Διδάσκον ὅτι, προκειμένου τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρεται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οὕτω τε παρ' ἐκείνοις καλούμενα, φανερὰ καθιστῶν ὁ τῆς τοιαύτης τέχνης εὑρετὴς Ἀριστοτέλης, τοιοῦτον ἐκφέρει τὸν ὅρον· Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἔτερον· οἷον τὸ μεῖζον τοῦθ' ὅπερ ἐστὶν ἑτέρου λέγεται. Καὶ τὸ διπλάσιον ἑτέρου λέγεται τοῦθ' ὅπερ ἐστί· τινὸς γὰρ διπλάσιον λέγεται. Τοῦτον τοιγαροῦν ἐχόντων τῶν πρός τι τὸν ὅρον, δεικνύτωσαν ἡμῖν οἱ τὴν Ἀριστοτέλους ἐρευγόμενοι τέχνην, καὶ τοῖς ἐκεῖθεν μαθήμασιν, οὐ τοῖς ἀπὸ τῆς θείας Γραφῆς ἑαυτοὺς ἀποσεμνύνοντες, εἰ καὶ τὸ ὅμοιον τοῦθ' ὅπερ ἐστὶν ἑτέρου λέγεται, καθάπερ καὶ τὸ μεῖζον καὶ τὸ διπλάσιον. Ἀντίκειται μὲν γὰρ τῷ ὁμοίῳ τὸ ἀνόμοιον, ὥσπερ καὶ τῷ μείζονι τὸ ἔλαττον, ἀλλ' οὐχ οὕτως οὐδὲ ὡσαύτως. Τὸ μὲν γὰρ μεῖζον ὡς ἐλάττονος μεῖζον λέγεται. Τὸ δὲ ὅμοιον οὐκ ἂν ὡς ἀνομοίου μεῖζον λεχθείη ποτὲ, οὐδὲ ὥσπερ τὸ μεῖζον διὰ τὸ ὑπερέχειν τοῦ ἀντικειμένου τοῦτό ἐστιν ὅπερ εἶναι λέγεται· οὕτω καὶ τὸ ὅμοιον διὰ τὸ μεῖζον εἶναι τοῦ ἀνομοίου νοηθήσεται τοῦτο. Οὐκοῦν ἑτερογενῆ πάντως ἔσται τὰ τὴν αὐτὴν διαίρεσίν τε καὶ ὅρον οὐκ ἐπιδεχόμενα. ΑΛΛΟ. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων, ἢ καὶ ὅπως δή ποτ' οὖν πρὸς ἕτερόν τι λεγόμενα, ἅμα ἐστὶ καὶ τῇ νοήσει καὶ τῇ φύσει· οἷον φέρε εἰπεῖν, τὸ διπλάσιον καὶ τὸ μέγα. Τὸ μὲν γὰρ διπλάσιον, συνεισφέρει τι πάντως ἑαυτῷ οὗ καὶ ἐστὶ διπλάσιον, καὶ τὸ μέγα συνεισοίσει πάντως ἑαυτῷ τὸ μικρὸν πρὸς ὃ καὶ λέγεται μέγα. Οὐ γὰρ ἂν εἴη διπλάσιον, ἡμίσεος οὐκ ὄντος, ἀλλ' οὐδὲ μέγα, μικροῦ μὴ νοουμένου τινός. Τὰ μὲν οὖν πρός τι τοῦτον ἔχει τὸν ὅρον· τὸ δέ γε ὅμοιον οὐκ ἐξ ἀνάγκης ἅμα τῷ ἀνομοίῳ νοεῖται, καθάπερ κἀκεῖνα· ὥσπερ οὐδὲ τὸ δίκαιον ἅμα τῷ ἀδίκῳ, οὐδὲ ἡ ἀρετὴ ἅμα τῇ κακίᾳ. Τὰ μὲν γὰρ τοιαῦτα στερήσεις μᾶλλόν εἰσι καὶ ἐκτροπαὶ τῶν ἐν ἕξει κειμένων, οὐ συνεισφέρεσθαι πάντως ὀφείλοντα, καθάπερ καὶ ἐπὶ τῶν πρός τι τὰ ἀντικείμενα. Τοῦ μὲν γὰρ ὁμοίου ἐκτροπή τίς ἐστι τὸ ἀνόμοιον, τῆς δὲ δικαιοσύνης ἡ ἀδικία. Ἐπειδὴ δὲ, κατὰ τὴν ἐκείνων τέχνην, αἱ στερήσεις τῶν ἕξεων δεύτεραι, οὐκ ἂν εἴη τῶν ἄμα νοουμένων τὸ ἀνόμοιον, στέρησις καὶ ἐκτροπὴ τοῦ ὁμοίου τυγχάνον. ΑΛΛΟ. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οἷον ἐν ἀλλήλοις ἔχει τὸ εἶναι, καὶ ἑνὸς ἀναιρεθέντος οὐκ ἔστι τὸ δεύτερον. Ὥσπερ οὖν καὶ ἀναιρεθέντος τοῦ μείζονος, συναναιρεῖται πάντως τὸ ἔλαττον· οὐ γὰρ ἂν ἔλαττον εἴη τι, μὴ ὄντος μείζονος, οὗ καὶ ἔστιν ἔλαττον. Εἰ τοίνυν ὁμογενὲς εἶναί φατε τοῖς πρός τι καὶ τὸ ὅμοιον,